Lucas 19

GRC_F35

1 Καὶ εἰσελθὼνδιήρχετο τὴν Ἰεριχώ.

2 Καὶ ἰδού, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος—καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦνπλούσιος.

3 Καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.

4 Καὶ προδραμὼνἔμπροσθενἀνέβη ἐπὶ συκομοραίαν,ἵνα ἴδῃ αὐτόν, ὅτιἐκείνης ἤμελλενδιέρχεσθαι.

5 Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν, καὶεἶπεν πρὸς αὐτόν, «Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.»

6 Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων.

7 Καὶ ἰδόντες, πάντεςδιεγόγγυζον, λέγοντες ὅτι «Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.»

8 Σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν Κύριον,«Ἰδού, τὰ ἡμίσητῶν ὑπαρχόντων μου,Κύριε, δίδωμι τοῖς πτωχοῖς,καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.»

9 Εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι «Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἁβραάμ ἐστιν·

10 ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαικαὶ σῶσαι τὸ ἀπολωλός.»

11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα, προσθεὶς εἶπεν παραβολήν, διὰ τὸ ἐγγὺς αὐτὸν εἶναι Ἱερουσαλὴμκαὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ Θεοῦ ἀναφαίνεσθαι.

12 Εἶπεν οὖν· «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.

13 Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‹Πραγματεύσασθεἕωςἔρχομαι.›

14 Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‹Οὐ θέλομεντοῦτον βασιλεῦσαι ἐφ᾿ ἡμᾶς.›

15 Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτόν, λαβόντα τὴν βασιλείαν,εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ἔδωκεντὸ ἀργύριον, ἵνα γνῷτίς τί διεπραγματεύσατο.

16 Παρεγένετο δὲ ὁ πρῶτος λέγων, ‹Κύριε, ἡ μνᾶσου προσειργάσατο δέκαμνᾶς.›

17 Καὶ εἶπεν αὐτῷ· ‹Εὖ,ἀγαθὲ δοῦλε· ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.›

18 Καὶ ἦλθεν ὁ δεύτερος λέγων, ‹Κύριε, ἡ μνᾶσουἐποίησεν πέντε μνᾶς.›

19 Εἶπεν δὲ καὶ τούτῳ, ‹Καὶ σὺ γίνου ἐπάνωπέντε πόλεων.›

20 Καὶ ἕτεροςἦλθεν λέγων· ‹Κύριε, ἰδοὺ ἡ μνᾶσου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ—

21 ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ· αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.›

22 Λέγει δὲαὐτῷ· ‹Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾜδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρωνὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα.

23 Καὶ διὰ τί οὐκ ἔδωκας τὸ ἀργύριόν μουἐπὶ τὴν τράπεζαν,καὶ ἐγὼἐλθὼνσὺν τόκῳ ἂν ἔπραξα αὐτό;›

24 Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‹Ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.›

25 (Καὶ εἶποναὐτῷ, ‹Κύριε, ἔχει δέκα μνᾶς.›)

26 ‹Λέγω γὰρὑμῖν, ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.

27 Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους,τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἀγάγετε ὧδε καὶ κατασφάξατεἔμπροσθέν μου.› »

28 Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν, ἀναβαίνων εἰς Ἱεροσόλυμα.

29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθσφαγῆκαὶ Βηθανίαν,πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν αὐτοῦ

30 εἰπών·«Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾿ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν.Λύσαντες αὐτὸν ἀγάγετε.

31 Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‹Διὰ τί λύετε;› οὕτως ἐρεῖτε αὐτῷὅτι ‹Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.› »

32 Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.

33 Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπονοἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, «Τί λύετε τὸν πῶλον;»

34 Οἱ δὲ εἶπον,«Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει.»

35 Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν· καὶ ἐπιρρίψαντεςἑαυτῶντὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν Ἰησοῦν.

36 Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶνἐν τῇ ὁδῷ.

37 Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντοἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων,

38 λέγοντες· «Εὐλογημένος ὁ ἐρχόμενοςΒασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷκαὶ δόξα ἐν ὑψίστοις.»

39 Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπονπρὸς αὐτόν, «Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.»

40 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς,«Λέγω ὑμῖν ὅτιἐὰν οὗτοι σιωπήσωσιν,οἱ λίθοι κεκράξονται.»

41 Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ᾿ αὐτῇ,

42 λέγων ὅτι «Εἰ ἔγνως καὶ σύ, καί γε ἐν τῇ ἡμέρᾳ σου ταύτῃ,τὰ πρὸς εἰρήνην σου·νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.

43 Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ περιβαλοῦσινοἱ ἐχθροί σου χάρακά σοι· καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν.

44 Καὶ ἐδαφιοῦσίν σε, καὶ τὰ τέκνα σου ἐν σοί—καὶ οὐκ ἀφήσουσιν ἐν σοὶ λίθον ἐπὶ λίθῳ—ἀνθ᾿ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.»

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας ἐν αὐτῷ καὶ ἀγοράζοντας,

46 λέγων αὐτοῖς, «Γέγραπται·‹Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν,›ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.»

47 Καὶ ἦν διδάσκων τὸ καθ᾿ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ,

48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσουσιν,ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Ler em outra tradução

Comparar lado a lado