1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς ὅτι ἐλήλυθεναὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
2 Καὶ δείπνου γενομένου(τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ),
3 εἰδὼς ὁ Ἰησοῦςὅτι πάντα δέδωκεναὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν Θεὸν ὑπάγει,
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
5 Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· καὶλέγει αὐτῷ ἐκεῖνος,«Κύριε, σύ μου νίπτεις τοὺς πόδας;»
7 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, «Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.»
8 Λέγει αὐτῷΠέτρος, «Οὐ μὴ νίψῃς τοὺς πόδας μουεἰς τὸν αἰῶνα.» Ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς,«Ἐὰν μὴ νίψω σε, οὐκἔχεις μέρος μετ᾿ ἐμοῦ.»
9 Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.»
10 Λέγει αὐτῷ ὁ Ἰησοῦς, «Ὁ λελουμένος οὐ χρείαν ἔχειἢ τοὺς πόδαςνίψασθαι, ἀλλ᾿ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾿ οὐχὶ πάντες.»
11 (ᾜδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν,«Οὐχὶ πάντες καθαροί ἐστε.»)
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶνκαὶἔλαβεν τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼνπάλιν, εἶπεν αὐτοῖς· «Γινώσκετε τί πεποίηκα ὑμῖν;
13 Ὑμεῖς φωνεῖτέ με ‹Ὁ Διδάσκαλος,› καὶ ‹Ὁ Κύριος,› καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
14 Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
15 Ὑπόδειγμα γὰρ δέδωκαὑμῖν, ἵνα καθὼςἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.
16 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
17 Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
18 »Οὐ περὶ πάντων ὑμῶν λέγω—ἐγὼοἶδα οὓςἐξελεξάμην. Ἀλλ᾿ ἵνα ἡ Γραφὴ πληρωθῇ· ‹Ὁ τρώγων μετ᾿ ἐμοῦτὸν ἄρτον ἐπῆρεν ἐπ᾿ ἐμὲ τὴν πτέρναν αὐτοῦ.›
19 Ἀπ᾿ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητεὅτι ἐγώ εἰμι.
20 Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἐάντινα πέμψω ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.»
21 Ταῦτα εἰπὼν ὁἸησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, «Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.»
22 Ἔβλεπον δὲπρὸςἀλλήλους οἱ μαθηταί, ἀπορούμενοι περὶ τίνος λέγει.
23 Ἦν δὲἀνακείμενος εἷςτῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.
24 Νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
25 Ἐπιπεσὼνδὲἐκεῖνοςἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, λέγει αὐτῷ, «Κύριε, τίς ἐστιν;»
26 Ἀποκρίνεται ὁἸησοῦς, «Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψαςτὸ ψωμίον ἐπιδώσω.»Καὶ ἐμβάψαςτὸ ψωμίονδίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.
27 Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς, «Ὃ ποιεῖς, ποίησον τάχιον.»
28 (Τοῦτο δὲοὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ.
29 Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν ὁἸούδας, ὅτι λέγει αὐτῷ ὁἸησοῦς, «Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν,» ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.)
30 Λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος, εὐθέως ἐξῆλθεν.Ἦν δὲ νύξ.
31 Ὅτεἐξῆλθεν, λέγει ὁἸησοῦς· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32 Εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ,καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ,καὶ εὐθὺς δοξάσει αὐτόν.
33 »Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ‹Ὅπου ὑπάγω ἐγώ,ὑμεῖς οὐ δύνασθε ἐλθεῖν,› καὶ ὑμῖν λέγω ἄρτι.
34 »Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς—ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.»
36 Λέγει αὐτῷ Σίμων Πέτρος, «Κύριε, ποῦ ὑπάγεις;» Ἀπεκρίθη αὐτῷὁἸησοῦς, «Ὅπου ἐγὼὑπάγω οὐ δύνασαί μοινῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.»
37 Λέγει αὐτῷΠέτρος· «Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.»
38 ἈπεκρίθηαὐτῷὁἸησοῦς· «Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμήν, ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃἕως οὗ ἀπαρνήσῃμε τρίς.