1 »Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε.
2 Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν (εἰ δὲ μή, εἶπον ἂν ὑμῖν).Πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν.
3 Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσωὑμῖν τόπον,πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε.
4 Καὶ ὅπου ἐγὼὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε.»
5 Λέγει αὐτῷ Θωμᾶς, «Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶπῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;»
6 Λέγει αὐτῷ ὁἸησοῦς· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.
7 Εἰ ἐγνώκειτέμε, καὶ τὸν Πατέρα μου ἐγνώκειτε ἄν·καὶ ἀπ᾿ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.»
8 Λέγει αὐτῷ Φίλιππος, «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν.»
9 Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Τοσοῦτον χρόνονμεθ᾿ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν Πατέρα· καὶπῶς σὺ λέγεις, ‹Δεῖξον ἡμῖν τὸν Πατέρα›;
10 Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶὑμῖν ἀπ᾿ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ ὁἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα.
11 Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί·εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.
12 »Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει· καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα μουπορεύομαι.
13 Καί, ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.
14 Ἐάν τι αἰτήσητεἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω.
15 Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε.
16 Καί, ἐγὼἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ᾿ ὑμῶν εἰς τὸν αἰῶνα
17 —τὸ Πνεῦμα τῆς Ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό·ὑμεῖς δὲγινώσκετε αὐτό, ὅτι παρ᾿ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται.
18 »Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς· ἔρχομαι πρὸς ὑμᾶς.
19 Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με. Ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε.
20 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοί, κἀγὼἐν ὑμῖν.
21 Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, καὶ ἐγὼἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.»
22 Λέγει αὐτῷ Ἰούδας (οὐχ ὁ Ἰσκαριώτης), «Κύριε, καὶτί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ;»
23 ἈπεκρίθηἸησοῦς καὶ εἶπεν αὐτῷ· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει. Καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν.
24 Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καί, ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός.
25 »Ταῦτα λελάληκα ὑμῖν παρ᾿ ὑμῖν μένων.
26 Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν.
27 »Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω.
28 »Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ‹Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.› Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον,‹Πορεύομαι πρὸς τὸν Πατέρα,› ὅτι ὁ Πατήρ μουμείζων μού ἐστιν.
29 Καὶ νῦν εἴρηκα ὑμῖν, πρὶν γενέσθαι, ἵνα ὅταν γένηται, πιστεύσητε.
30 »Οὐκέτι πολλὰ λαλήσω μεθ᾿ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμουἄρχων· καί, ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.
31 Ἀλλ᾿ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν Πατέρα, καὶ καθὼς ἐνετείλατό μοι ὁ Πατήρ, οὕτως ποιῶ. »Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.