João 12

GRC_F35

1 Ὁ οὖν Ἰησοῦς, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος (ὁ τεθνηκώς,ὃν ἤγειρεν ἐκ νεκρῶν).

2 Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ—καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦντῶν ἀνακειμένων σὺναὐτῷ.

3 Ἡ οὖν Μαρία,λαβοῦσα λίτραν μύρου νάρδου, πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ. Ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.

4 Λέγει οὖνεἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἰούδας Σίμωνος Ἰσκαριώτης(ὁ μέλλων αὐτὸν παραδιδόναι),

5 «Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς;»

6 (Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεναὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον εἶχεν, καὶτὰ βαλλόμενα ἐβάσταζεν.)

7 Εἶπεν οὖν ὁ Ἰησοῦς· «Ἄφες αὐτήν·εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεναὐτό.

8 Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.»

9 Ἔγνω οὖνὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν· καὶ ἦλθον, οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν.

10 Ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν,

11 ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.

12 Τῇ ἐπαύριονὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁἸησοῦς εἰς Ἱεροσόλυμα,

13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ἀπάντησιναὐτῷ. Καὶ ἔκραζον·«Ὡσαννά.» «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.»«Βασιλεὺς τοῦ Ἰσραήλ.»

14 Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισενἐπ᾿ αὐτῷ·καθώς ἐστιν γεγραμμένον·

15 «Μὴ φοβοῦ, θύγατερΣιών· ἰδού, ὁ Βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.»

16 (Ταῦτα δὲοὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦτὸ πρῶτον· ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁἸησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ.)

17 Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.

18 Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷὁ ὄχλος, ὅτι ἤκουσεντοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.

19 Οἱ οὖν Φαρισαῖοι εἶπον πρὸς ἑαυτούς· «Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.»

20 Ἦσαν δέ τινες Ἕλληνεςἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ.

21 Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, «Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.»

22 ἜρχεταιΦίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλινἈνδρέας καὶ Φίλιπποςλέγουσιν τῷ Ἰησοῦ.

23 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατοαὐτοῖς λέγων· «Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Ἀνθρώπου.

24 Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.

25 Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσειαὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ, ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν.

26 Ἐὰν ἐμοὶ διακονῇ τις,ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Καί,ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ.

27 »Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω—‹Πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης›; Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην—

28 ‹Πάτερ, δόξασόν σου τὸ ὄνομα.› » Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ, «Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω.»

29 Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον, «Ἄγγελος αὐτῷ λελάληκεν.»

30 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν·«Οὐ δι᾿ ἐμὲ αὕτη ἡ φωνὴγέγονεν, ἀλλὰ δι᾿ ὑμᾶς.

31 Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου·νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.

32 Κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.»

33 (Τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλενἀποθνήσκειν.)

34 Ἀπεκρίθηαὐτῷ ὁ ὄχλος· «Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις,‹Δεῖὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου›; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου;»

35 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· «Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾿ ὑμῶνἐστιν. Περιπατεῖτε ἕωςτὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει.

36 Ἕωςτὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Ταῦτα ἐλάλησεν ὁἸησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν.

37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευον εἰς αὐτόν·

38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπεν· «Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;»

39 Διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας·

40 «Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμούς, καὶ πεπώρωκεναὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστραφῶσιν,καὶ ἰάσωμαιαὐτούς.»

41 Ταῦτα εἶπεν Ἡσαΐας ὅτεεἶδεν τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησεν περὶ αὐτοῦ.

42 Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται·

43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ.

44 Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν· «Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ ἀλλ᾿εἰς τὸν πέμψαντά με.

45 Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με.

46 Ἐγώ, φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.

47 Καί, ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ,ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον.

48 Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου ἔχει τὸν κρίνοντα αὐτόν—ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ·

49 ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ᾿ ὁ πέμψας με Πατήρ, αὐτός μοι ἐντολὴν ἔδωκεν,τί εἴπω καὶ τί λαλήσω.

50 Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστιν. Ἃ οὖν λαλῶ ἐγώ,καθὼς εἴρηκέν μοι ὁ Πατήρ, οὕτως λαλῶ.»

Ler em outra tradução

Comparar lado a lado