João 11

GRC_F35

1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.

2 (Ἦν δὲ Μαρίαἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν ἑαυτῆς,ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.)

3 Ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι, «Κύριε, ἴδε, ὃν φιλεῖς ἀσθενεῖ.»

4 Ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν, «Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλ᾿ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ δι᾿ αὐτῆς.»

5 (Ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.)

6 Ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας.

7 Ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς,«Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.»

8 Λέγουσιν αὐτῷ οἱ μαθηταί, «Ῥαββί,νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;»

9 ἈπεκρίθηἸησοῦς· «Οὐχὶ δώδεκά ὧραί εἰσιντῆς ἡμέρας; Ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει.

10 Ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτὶ προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.»

11 Ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς, «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσωαὐτόν.»

12 Εἶπον οὖν οἱ μαθηταὶ αὐτοῦ,«Κύριε, εἰ κεκοίμηται σωθήσεται.»

13 Εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ, ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.

14 Τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· «Λάζαρος ἀπέθανεν.

15 Καὶ χαίρω δι᾿ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ. Ἀλλὰἄγωμεν πρὸς αὐτόν.»

16 Εἶπεν οὖν Θωμᾶς (ὁ λεγόμενος Δίδυμος) τοῖς συμμαθηταῖς,«Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾿ αὐτοῦ.»

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς, εὗρεν αὐτὸν τέσσαρας ἡμέρας ἤδηἔχοντα ἐν τῷ μνημείῳ.

18 (Ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων, ὡς ἀπὸ σταδίων δεκαπέντε·

19 καὶ πολλοὶἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὰς περὶΜάρθαν καὶ Μαρίαν,ἵνα παραμυθήσωνταιαὐτὰς περὶ τοῦ ἀδελφοῦ αὐτῶν.)

20 Ἡ οὖν Μάρθα, ὡς ἤκουσεν ὅτιἸησοῦς ἔρχεται, ὑπήντησεν αὐτῷ· Μαρίαδὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.

21 Εἶπεν οὖνΜάρθα πρὸς τὸν Ἰησοῦν· «Κύριε, εἰ ἦς ὧδε ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει.

22 Ἀλλὰκαὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεόν, δώσει σοι ὁ Θεός.»

23 Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Ἀναστήσεται ὁ ἀδελφός σου.»

24 Λέγει αὐτῷΜάρθα, «Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.»

25 Εἶπεν αὐτῇ ὁ Ἰησοῦς· «Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται·

26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Πιστεύεις τοῦτο;»

27 Λέγει αὐτῷ, «Ναί, Κύριε, ἐγὼ πεπίστευκα ὅτι σὺ εἶὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ εἰς τὸν κόσμον ἐρχόμενος.»

28 Καὶ ταῦταεἰποῦσα, ἀπῆλθεν καὶ ἐφώνησεν Μαρίαντὴν ἀδελφὴν αὐτῆς, λάθρᾳ εἰποῦσα, «Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.»

29 Ἐκείνηὡς ἤκουσεν, ἐγείρεταιταχὺ καὶ ἔρχεταιπρὸς αὐτόν.

30 (Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλ᾿ ἦν ἐντῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.

31 Οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ᾿ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαρίανὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ, λέγοντεςὅτι «Ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.»)

32 Ἡ οὖν Μαρία,ὡς ἦλθεν ὅπου ἦν ὁἸησοῦς, ἰδοῦσα αὐτόν, ἔπεσεν αὐτοῦ εἰς τοὺς πόδας,λέγουσα αὐτῷ, «Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανέν μουὁ ἀδελφός.»

33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν, καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας, ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν.

34 Καὶ εἶπεν, «Ποῦ τεθείκατε αὐτόν;» Λέγουσιν αὐτῷ, «Κύριε, ἔρχου καὶ ἴδε.»

35 Ἐδάκρυσεν ὁ Ἰησοῦς.

36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι, «Ἴδε πῶς ἐφίλει αὐτόν.»

37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον,«Οὐκ ἠδύνατοοὗτος, ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;»

38 Ἰησοῦς οὖν, πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ, ἔρχεται εἰς τὸ μνημεῖον. Jesus raises Lazarus from the dead Ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπ᾿ αὐτῷ.

39 Λέγει ὁ Ἰησοῦς, «Ἄρατε τὸν λίθον.» Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος,Μάρθα, «Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν.»

40 Λέγει αὐτῇ ὁ Ἰησοῦς, «Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψειτὴν δόξαν τοῦ Θεοῦ;»

41 Ἦραν οὖν τὸν λίθον οὗ ἦν ὁ τεθνηκὼς κείμενος.Ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· «Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου.

42 Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.»

43 Καὶ ταῦτα εἰπών, φωνῇ μεγάλῃ ἐκραύγασεν, «Λάζαρε, δεῦρο ἔξω.»

44 Καὶἐξῆλθεν ὁ τεθνηκώς, δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. Λέγει αὐτοῖς ὁ Ἰησοῦς, «Λύσατε αὐτὸν καὶ ἄφετεὑπάγειν.»

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων οἱ ἐλθόντες πρὸς τὴν Μαρίαν,καὶ θεασάμενοι ἃἐποίησεν ὁ Ἰησοῦς,ἐπίστευσαν εἰς αὐτόν.

46 Τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπον αὐτοῖς ὅσαἐποίησεν ὁἸησοῦς.

47 Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· «Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ σημεῖα ποιεῖ.

48 Ἐὰν ἀφῶμεν αὐτὸν οὕτως,πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.»

49 Εἷς δέ τις ἐξ αὐτῶν, Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς, «Ὑμεῖς οὐκ οἴδατε οὐδέν,

50 οὐδὲ διαλογίζεσθεὅτι συμφέρει ἡμῖνἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.»

51 (Τοῦτο δὲ ἀφ᾿ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου προεφήτευσενὅτι ἔμελλεν ὁἸησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους·

52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ᾿ ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διεσκορπισμένασυναγάγῃεἰς ἕν.)

53 Ἀπ᾿ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντοἵνα ἀποκτείνωσιν αὐτόν.

54 Ἰησοῦς οὖνοὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν. Κἀκεῖ διέτριβενμετὰ τῶν μαθητῶν αὐτοῦ.

55 Ἦν δὲ ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ Πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.

56 Ἐζήτουν οὖν τὸν Ἰησοῦν, καὶ ἔλεγον μετ᾿ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες, «Τί ὑμῖν δοκεῖ—ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;»

57 Δεδώκεισαν δὲ καὶοἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολήν,ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν, μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Ler em outra tradução

Comparar lado a lado