1 Ἰούδας, Ἰησοῦ Χριστοῦδοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοιςκαὶ Ἰησοῦ Χριστῷτετηρημένοις, κλητοῖς·
2 Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας,ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
4 Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα· ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάρινμετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην Θεόν, καὶΚύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀρνούμενοι.
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶςἅπαξ τοῦτο, ὅτι ὁ Κύριοςλαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
6 Ἀγγέλους τετοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ᾿ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.
7 Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις—τὸν ὅμοιον τούτοις τρόπονἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας—πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.
9 Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος—διελέγετο περὶ τοῦ Μωσέωςσώματος—οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖνβλασφημίας, ἀλλ᾿εἶπεν, «Ἐπιτιμήσαι σοιΚύριος.»
10 Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται—ἐν τούτοις φθείρονται.
11 Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
12 Οὗτοί εἰσινἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως,ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι·δένδρα φθινοπωρινά, ἄκαρπα, δίς ἀποθανόντα(ἐκριζωθέντα)·
13 κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰςαἰῶνα τετήρηται.
14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδάμ, Ἐνώχ,λέγων· «Ἰδού, ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιναὐτοῦ
15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαιπάντας τοὺς ἀσεβεῖςαὐτῶνπερὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶνὧν ἐλάλησαν κατ᾿ αὐτοῦ—ἁμαρτωλοὶ ἀσεβεῖς.»
16 Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ἑαυτῶνπορευόμενοι· καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
18 ὅτι ἔλεγον ὑμῖν ὅτιἐν ἐσχάτῳ χρόνῳἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίαςπορευόμενοι τῶν ἀσεβειῶν.
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες,ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς,ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι,
21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
22 Καὶ οὓς μὲν ἐλεεῖτε,διακρινόμενοι·
23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες,μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺςἀπταίστους,καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει—
25 μόνῳ σοφῷΘεῷ,Σωτῆρι ἡμῶν,δόξα καὶμεγαλωσύνη, κράτος καὶ ἐξουσία,καὶνῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.