Apocalipse 1

GRC_F35

1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ—ἃ δεῖ γενέσθαι ἐν τάχει. Καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,

2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ—ὅσαεἶδεν, καὶ ἅτινά εἰσιν καὶ ἃ χρὴ γενέσθαι μετὰ ταῦτα.

3 Μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.

4 Ἰωάννης, ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ Πνευμάτων ἃ ἐστινἐνώπιον τοῦ θρόνου αὐτοῦ,

5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος ἐκτῶν νεκρῶν, καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπήσαντιἡμᾶς καὶ λούσαντιἡμᾶς ἀπὸτῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ—

6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν,ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ—αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7 Ἰδού, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν. Καὶ κόψονται ἐπ᾿ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ναί, ἀμήν.

8 «Ἐγώ εἰμι τὸ Ἄλφακαὶ τὸ Ὦ,»λέγει Κύριος ὁ Θεός,«Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ.»

9 Ἐγὼ Ἰωάννης, ὁἀδελφὸς ὑμῶν καὶ κοινωνὸςἐν τῇ θλίψει καὶβασιλείᾳ καὶ ὑπομονῇ ἐν Χριστῷ Ἰησοῦ,ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰτὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ.

10 Ἐγενόμην ἐν πνεύματι ἐν τῇ Κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα φωνὴν ὀπίσω μου, μεγάληνὡς σάλπιγγος,

11 λεγούσης,«Ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰἐκκλησίαις·εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρακαὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειανκαὶ εἰς Λαοδίκειαν.»

12 Καὶ ἐκεῖἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις ἐλάλειμετ᾿ ἐμοῦ. Καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς,

13 καὶ ἐν μέσῳ τῶν ἑπτὰλυχνιῶν ὅμοιον υἱῷἀνθρώπου, ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαζοῖςζώνην χρυσῆν.

14 Ἡ δὲ κεφαλὴ αὐτοῦ, καὶ αἱ τρίχες, λευκαὶ ὡσεὶἔριον, λευκὸν ὡς χιών· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρός·

15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένοι·καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν·

16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦἀστέρας ἑπτά, καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη· καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.

17 Καὶ ὅτε εἶδον αὐτὸν ἔπεσαπρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός. Καὶ ἐπέθηκεντὴν δεξιὰν αὐτοῦ χεῖραἐπ᾿ ἐμὲ λέγων·«Μὴ φοβοῦ. Ἐγώ εἰμι ὁ Πρῶτος καὶ ὁ Ἔσχατος,

18 καὶ ὁ ζῶν—καὶ ἐγενόμην νεκρός, καὶ ἰδού, ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·καὶ ἔχω τὰς κλεῖςτοῦ Θανάτου καὶ τοῦ ᾍδου.

19 Γράψον οὖνἃ εἶδες, καὶ ἅ εἰσιν, καὶ ἃ μέλλει γενέσθαιμετὰ ταῦτα.

20 Τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων ὧνεἶδες ἐπὶ τῆς δεξιᾶς μου, καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν, καὶ αἱ ἑπτὰ λυχνίαιἃς εἶδες ἑπτὰἐκκλησίαι εἰσίν.

Ler em outra tradução

Comparar lado a lado