Apocalipse 2

GRC_F35

1 »Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·

2 ‹Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον,καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς. Καὶ ἐπείρασαςτοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναικαὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς·

3 καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχειςδιὰτὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας.

4 » ›Ἀλλὰἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.

5 Μνημόνευε οὖν πόθεν ἐκπέπτωκαςκαὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺκαὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς—ἐὰν μὴ μετανοήσῃς.

6 Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.›

7 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσωφαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν μέσῳ τοῦ Παραδείσουτοῦ Θεοῦ μου.

8 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίαςγράψον· Τάδε λέγει ὁ Πρῶτος καὶ ὁ Ἔσχατος, ὃςἐγένετο νεκρὸς καὶ ἔζησεν·

9 ‹Οἶδά σου τὰ ἔργα καὶτὴν θλῖψιν καὶ τὴν πτωχείαν (ἀλλὰ πλούσιοςεἶ), καὶ τὴν βλασφημίαντῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.

10 Μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν.Ἰδοὺ δή,μέλλει βαλεῖνὁ διάβολος ἐξ ὑμῶνεἰς φυλακήν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶνδέκα. Γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.›

11 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

12 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·

13 ‹Οἶδα τὰ ἔργα σου, καὶποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ. Καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μουἐν ταῖς ἡμέραις ἐν αἷςἈντίπας ὁ μάρτυς μου ὁ πιστός,ὃς ἀπεκτάνθη παρ᾿ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.

14 » ›Ἀλλ᾿ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξεντὸν Βαλὰκβαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ,φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.

15 Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶνΝικολαϊτῶν ὁμοίως.

16 Μετανόησον·εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.›

17 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννατοῦ κεκρυμμένου. Καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδενεἰ μὴ ὁ λαμβάνων.

18 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροιςἐκκλησίας γράψον· Τάδε λέγει ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·

19 ‹Οἶδά σου τὰ ἔργα—καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν—καὶ τὴν ὑπομονήν σου· καὶ τὰ ἔργα σουτὰ ἔσχατα πλείονα τῶν πρώτων.

20 » ›Ἀλλ᾿ἔχω κατὰ σοῦὅτι ἀφεῖςτὴν γυναῖκά σουἸεζάβελ,ἣ λέγειἑαυτὴν προφῆτιν καὶ διδάσκει καὶ πλανᾷ τοὺςἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.

21 Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαιἐκ τῆς πορνείας αὐτῆς.

22 Ἰδού,βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾿ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς.

23 Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶννεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.

24 » ›Ὑμῖν δὲ λέγω, τοῖςλοιποῖς τοῖς ἐν Θυατείροις—ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην,οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέατοῦ Σατανᾶ, ὡς λέγουσιν—οὐ βαλῶἐφ᾿ ὑμᾶς ἄλλο βάρος·

25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχριςοὗ ἂν ἥξω.

26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·

27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικὰσυντριβήσεται—

28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου. Καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.›

29 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

Ler em outra tradução

Comparar lado a lado