Apocalipse 3

GRC_F35

1 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰπνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· ‹Οἶδά σου τὰ ἔργα, ὅτιὄνομα ἔχεις ὅτιζῇς, καὶ νεκρὸς εἶ.

2 Γίνου γρηγορῶν, καὶ στήρισοντὰ λοιπὰ ἃ ἔμελλες ἀποβαλεῖν,οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου.

3 Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρεικαὶ μετανόησον· ἐὰν οὖν μὴ γρηγορήσῃς ἥξω ἐπὶ σὲὡς κλέπτης, καὶ οὐ μὴ γνῷςποίαν ὥραν ἥξω ἐπὶ σέ.

4 » ›Ἀλλ᾿ὀλίγα ἔχεις ὀνόματαἐν Σάρδεσιν ἃοὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν· καὶ περιπατήσουσιν μετ᾿ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.

5 Ὁ νικῶν οὕτωςπεριβαλεῖταιἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς Βίβλου τῆς Ζωῆς, καὶ ὁμολογήσωτὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.›

6 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

7 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳἐκκλησίας γράψον· Τάδε λέγει ὁ Ἅγιος, ὁ Ἀληθινός, ὁ ἔχων τὴν κλεῖντοῦΔαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσειαὐτήν, εἰ μὴ ὁ ἀνοίγων,καὶ οὐδεὶς ἀνοίξει·

8 ‹Οἶδά σου τὰ ἔργα. Ἰδού, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην,ἣνοὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.

9 Ἰδού, δίδωμιἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται—ἰδού, ποιήσω αὐτοὺς ἵνα ἥξουσινκαὶ προσκυνήσωσινἐνώπιον τῶν ποδῶν σου καὶ γνῶσιν ὅτιἠγάπησά σε.

10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.

11 » ›Ἔρχομαιταχύ. Κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.

12 Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι. Καὶ γράψω ἐπ᾿ αὐτὸντὸ ὄνομα τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου—τῆς καινῆς Ἱερουσαλήμ, ἣ καταβαίνειἐκτοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου—καὶ τὸ ὄνομά μουτὸ καινόν.›

13 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

14 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίαςγράψον· Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ Ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ·

15 ‹Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. Ὄφελον ψυχρὸς ἦς ἢ ζεστός.

16 Οὕτως, ὅτι χλιαρὸς εἶ, καὶ οὐζεστὸς οὔτε ψυχρός,μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.

17 Ὅτι λέγεις,«Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδενὸςχρείαν ἔχω,» καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος—καί, ὁἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός—

18 συμβουλεύω σοι ἀγοράσαι χρυσίον παρ᾿ ἐμοῦ,πεπυρωμένον ἐκ πυρός, ἵνα πλουτήσῃς· καὶ ἱμάτια λευκά, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου· καὶ κολλούριονἔγχρισον ἐπὶτοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.

19 Ἐγὼ ὅσους ἐὰν φιλῶ ἐλέγχω καὶ παιδεύω· ζήλωσονοὖν καὶ μετανόησον.

20 » ›Ἰδού, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. Ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, καὶεἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ, καὶ αὐτὸς μετ᾿ ἐμοῦ.

21 Ὁ νικῶν δώσω αὐτῷ καθίσαι μετ᾿ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.›

22 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.»

Ler em outra tradução

Comparar lado a lado