1 Ὁ πρεσβύτερος, Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
2 Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
3 Ἐχάρην γὰρ λίαν, ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
4 Μειζοτέραν τούτωνοὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐνἀληθείᾳ περιπατοῦντα.
5 Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφούς, καὶ εἰς τοὺςξένους
6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας—οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ,
7 ὑπὲρ γὰρ τοῦ Ὀνόματοςἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνῶν.
8 Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειντοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθατῇ ἀληθείᾳ.
9 Ἔγραψατῇ ἐκκλησίᾳ, ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς.
10 Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσωαὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς. Καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφούς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκτῆς ἐκκλησίας ἐκβάλλει.
11 Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ δὲκακοποιῶν οὐχ ἑώρακεν τὸν Θεόν.
12 Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων—καὶ ὑπ᾿αὐτῆς τῆς ἀληθείας. Καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδαμενὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
13 Πολλὰ εἶχον γράφειν,ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι·
14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε,καὶ στόμα πρὸς στόμα λαλήσομεν.
15 Εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.