1 Ὁ πρεσβύτερος, ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ—καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν—
2 διὰ τὴν ἀλήθειαν,τὴν μένουσαν ἐν ἡμῖν καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
3 Ἔσται μεθ᾿ ὑμῶνχάρις, ἔλεος, εἰρήνη παρὰΘεοῦ Πατρὸς καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ,τοῦ Υἱοῦ τοῦ Πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
4 Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦνταςἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός.
5 Καὶ νῦν ἐρωτῶ σε, κυρία (οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν,ἀλλ᾿ἣν ἔχομενἀπ᾿ ἀρχῆς)· ἵνα ἀγαπῶμεν ἀλλήλους.
6 Καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ—αὕτη ἐστὶν ἡ ἐντολή,καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵναἐν αὐτῇ περιπατῆτε.
7 Ὅτι πολλοὶ πλάνοι εἰσῆλθονεἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί—οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
8 Βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμενἃ εἰργασάμεθα,ἀλλὰ μισθὸν πλήρηἀπολάβωμεν.
9 Πᾶς ὁ παραβαίνωνκαὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ δὲμένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ,οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει.
10 Εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν· καὶ «Χαίρειν» αὐτῷ μὴ λέγετε·
11 ὁ γὰρ λέγωναὐτῷ«Χαίρειν» κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
12 Πολλὰ ἔχων ὑμῖν γράφειν, οὐκ ἐβουλήθηνδιὰ χάρτου καὶ μέλανος, ἀλλ᾿ἐλπίζω ἐλθεῖνπρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶνᾖ πεπληρωμένη.
13 Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.