1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος·
2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς,
3 ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷΘεῷ.
4 Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν,τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶντὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία·
6 δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας,
7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς.
8 Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα—ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν—ἐκ τοῦ στόματος ὑμῶν.
9 Μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰπάντα καὶ ἐν πᾶσιν Χριστός.
12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ,χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα,μακροθυμίαν·
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃμομφήν—καθὼς καὶ ὁ Χριστὸςἐχαρίσατο ὑμῖν,οὕτως καὶ ὑμεῖς·
14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτιςἐστὶν σύνδεσμος τῆς τελειότητος.
15 Καὶ ἡ εἰρήνη τοῦ Θεοῦβραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
16 Ὁ λόγος τοῦ Χριστοῦἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς καὶὕμνοις καὶᾠδαῖς πνευματικαῖς ἐνχάριτι ᾄδοντες ἐν τῇ καρδίᾳὑμῶν τῷ Κυρίῳ.
17 Καὶ πᾶν ὅ τιἂνποιῆτε ἐν λόγῳ ἢ ἐνἔργῳ, πάντα ἐν ὀνόματιΚυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶΠατρὶ δι᾿ αὐτοῦ.
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοιςἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.
19 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γάρ ἐστιν εὐάρεστονἐνΚυρίῳ.
21 Οἱ πατέρες, μὴ ἐρεθίζετετὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαιςὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.
23 Καὶ πᾶν ὅ τιἐὰνποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 εἰδότες ὅτιἀπὸ Κυρίου λήψεσθετὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρΚυρίῳ Χριστῷ δουλεύετε.
25 (Ὁ δὲἀδικῶν κομιεῖταιὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωποληψία.)