1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ,καὶ ὅσοι οὐχ ἑωράκασιντὸ πρόσωπόν μου ἐν σαρκί,
2 ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντωνἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτοντῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ Πατρὸς καὶ τοῦΧριστοῦ,
3 ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆςγνώσεως ἀπόκρυφοι.
4 Τοῦτο δὲλέγω ἵνα μή τιςὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
5 Εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
6 Ὡς οὖν παρελάβετε τὸν Χριστόν, Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε,
7 ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇπίστει, καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇἐν εὐχαριστίᾳ.
8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν.
9 Ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ Πλήρωμα τῆς Θεότητος σωματικῶς,
10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας·
11 ἐν ᾧ καὶ περιετμήθητε, περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶντῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι·ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶννεκρῶν.
13 Καὶ ὑμᾶς, νεκροὺς ὄνταςτοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν—συνεζωοποίησεν ὑμᾶςσὺν αὐτῷ· χαρισάμενος ἡμῖνπάντα τὰ παραπτώματα·
14 ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον (τοῖς δόγμασιν) ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκενἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ·
15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίαςἢ σαββάτων,
17 ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμαΧριστοῦ.
18 Μηδεὶς ὑμᾶς καταβραβευέτω, θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακενἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα, διὰ τῶν ἁφῶνκαὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
20 Εἰ οὖν ἀπεθάνετεσὺνΧριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί, ὡς ζῶντες ἐν κόσμῳ, δογματίζεσθε
21 —«Μὴ ἅψῃ, μηδὲγεύσῃ, μηδὲ θίγῃς»
22 (ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει) κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;
23 Ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳκαὶ ταπεινοφροσύνῃ καὶἀφειδίᾳσώματος, οὐκ ἐν τιμῇ τινὶ πρὸς πλησμονὴν τῆς σαρκός.