Colossenses 4

GRC_F35

1 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε,εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.

2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,

3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ (δι᾿ ὃκαὶ δέδεμαι),

4 ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι.

5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.

6 Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

7 Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ,

8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷτὰ περὶ ὑμῶνκαὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,

9 σὺν Ὀνησίμῳ, τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσιντὰ ὧδε.

10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος, ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα (περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν),

11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· οἵτινες ἐγενήθησάν μοι παρηγορία.

12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ,πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτετέλειοι καὶ πεπληρωμένοιἐν παντὶ θελήματι τοῦ Θεοῦ.

13 Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺνὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.

14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς, ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς.

15 Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳἀδελφούς, καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦἐκκλησίαν.

16 Καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέωνἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.

17 Καὶ εἴπατε Ἀρχίππῳ, «Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.»

18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρί· Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.,

Ler em outra tradução

Comparar lado a lado