1 Εἶπεν δὲ ὁ ἀρχιερεύς, «Εἰ ἄραταῦτα οὕτως ἔχει;»
2 Ὁ δὲ ἔφη· «Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἁβραὰμὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 καὶ εἶπεν πρὸς αὐτόν, ‹Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκτῆς συγγενείας σου, καὶ δεῦρο εἰςγῆν ἣν ἄν σοι δείξω.›
4 Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐνΧαρράν.Κἀκεῖθεν,μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεναὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε·
5 καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός. Καὶ ἐπηγγείλατο δοῦναι αὐτὴν εἰς κατάσχεσιν αὐτῷ,καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6 Ἐλάλησεν δὲ οὕτωςὁ Θεός· ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ—καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν—ἔτη τετρακόσια.
7 ‹Καὶ τὸ ἔθνος ᾧἐὰν δουλεύσωσινκρινῶ ἐγώ,› εἶπεν ὁ Θεός,‹καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.›
8 Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτωςἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ ὁἸσαὰκ τὸν Ἰακώβ, καὶ ὁἸακὼβ τοὺς δώδεκα πατριάρχας.
9 »Καὶ οἱ πατριάρχαι, ζηλώσαντες, τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ Θεὸς μετ᾿ αὐτοῦ
10 καὶ ἐξείλετοαὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραώ, βασιλέως Αἰγύπτου· καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾿ Αἴγυπτον καὶὅλον τὸν οἶκον αὐτοῦ.
11 Ἦλθεν δὲ λιμὸς ἐφ᾿ ὅλην τὴν γῆν Αἰγύπτουκαὶ Χαναάν, καὶ θλῖψις μεγάλη, καὶ οὐχεὕρισκονχορτάσματα οἱ πατέρες ἡμῶν.
12 Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖταἐν Αἰγύπτῳ,ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον.
13 Καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷΦαραὼ τὸ γένος τοῦἸωσήφ.
14 Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦκαὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ,ἐν ἑβδομήκοντα πέντε ψυχαῖς.
15 Κατέβη δὲἸακὼβ εἰς Αἴγυπτον· καὶ ἐτελεύτησεν, αὐτὸς καὶ οἱ πατέρες ἡμῶν·
16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ὃὠνήσατο Ἁβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν ἘμμὼρτοῦΣυχέμ.
17 »Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὤμοσενὁ Θεὸς τῷ Ἁβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 ἄχριςοὗ ἀνέστη βασιλεὺς ἕτεροςὃς οὐκ ᾔδειτὸν Ἰωσήφ.
19 Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς πατέρας ἡμῶν,τοῦ ποιεῖν ἔκθετα τὰ βρέφηαὐτῶν εἰς τὸ μὴ ζωογονεῖσθαι.
20 Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς,καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.
21 Ἐκτεθέντα δὲ αὐτὸνἀνείλετοἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 Καὶ ἐπαιδεύθη Μωϋσῆςπάσῃσοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ἐν λόγοιςκαὶἔργοις.
23 Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴςχρόνος, ἀνέβη ἐπὶτὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ.
24 Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησενἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον.
25 Ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν αὐτοῖς σωτηρίαν,οἱ δὲ οὐ συνῆκαν.
26 Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ συνήλασεναὐτοὺς εἰς εἰρήνην, εἰπών, ‹Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς·ἵνα τί ἀδικεῖτεἀλλήλους;›
27 Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο τοῦτονεἰπών· ‹Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμᾶς;
28 Μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον;›
29 Ἔφυγεν δὲ Μωσῆςἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 »Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα,ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Σινᾶ ἄγγελος Κυρίου,ἐν φλογὶ πυρὸς βάτου.
31 Ὁ δὲ Μωσῆςἰδὼν ἐθαύμασεντὸ ὅραμα, προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·
32 ‹Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου—ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ ΘεὸςἸσαὰκ καὶ ὁ ΘεὸςἸακώβ.› Ἔντρομος δὲ γενόμενος Μωϋσῆς,οὐκ ἐτόλμα κατανοῆσαι.
33 Εἶπεν δὲ αὐτῷ ὁ Κύριος· ‹Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐνᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
34 Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς. Καὶ νῦν δεῦρο, ἀποστελῶσε εἰς Αἴγυπτον.›
35 »Τοῦτον τὸν Μωϋσῆνὃν ἠρνήσαντο εἰπόντες, ‹Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;›—τοῦτον ὁ Θεὸςἀρχηγὸνκαὶ λυτρωτὴν ἀπέστειλενἐνχειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν γῇ Αἰγύπτῳκαὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα.
37 »Οὗτός ἐστινΜωϋσῆςὁ εἰπὼντοῖς υἱοῖς Ἰσραήλ, ‹Προφήτην ὑμῖν ἀναστήσει Κύριοςὁ Θεὸς ἡμῶνἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.›
38 Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ, μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ Ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγιαζῶντα δοῦναι ἡμῖν·
39 ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν·ἀλλ᾿ἀπώσαντο καὶ ἐστράφησαν τῇ καρδίᾳαὐτῶν εἰς Αἴγυπτον,
40 εἰπόντες τῷ Ἀαρών, ‹Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆςοὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου—οὐκ οἴδαμεν τί γέγονεναὐτῷ.›
41 Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντοἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 Ἔστρεψεν δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν Βίβλῳ τῶν Προφητῶν· ‹Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέμοι ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα,οἶκος Ἰσραήλ;
43 Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν,Ῥεφφάν,τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.›
44 »Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦντοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει·
45 ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν, μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἔξωσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·
46 ὃς εὗρεν χάριν ἐνώπιοντοῦ Θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ΘεῷἸακώβ·
47 Σολομὼν δὲ ᾠκοδόμησεναὐτῷοἶκον.
48 Ἀλλ᾿ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖςκατοικεῖ, καθὼς ὁ προφήτης λέγει·
49 ‹Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι,› λέγει Κύριος, ‹ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;›
51 »Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.
52 Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε·
53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε.»
54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν.
55 Ὑπάρχων δὲ πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεν δόξαν Θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ,
56 καὶ εἶπεν, «Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένουςκαὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ Θεοῦ.»
57 Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾿ αὐτόν,
58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. (Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτιαπαρὰ τοὺς πόδας νεανίουκαλουμένου Σαύλου.)
59 Καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα, «Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.»
60 Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.»Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. (Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.)