1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις, πληθυνόντων τῶν μαθητῶν, ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν.
2 Προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον·«Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς, καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις.
3 Ἐπισκέψασθε οὖν,ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρειςΠνεύματος Ἁγίουκαὶ σοφίας, οὓς καταστήσομενἐπὶ τῆς χρείας ταύτης.
4 Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.»
5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρηπίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορονκαὶ Νικάνορα καὶ Τίμωνακαὶ Παρμενᾶν καὶ Νικόλαον, προσήλυτον Ἀντιοχέα,
6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων· καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας.
7 Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανεν, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουοντῇ πίστει.
8 Στέφανος δέ, πλήρης πίστεωςκαὶ δυνάμεως, ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ.
9 Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς Συναγωγῆς τῆς λεγομένης Λιβερτίνων (καὶ Κυρηναίωνκαὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας), συζητοῦντες τῷ Στεφάνῳ.
10 Καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ Πνεύματι ᾧ ἐλάλει.
11 Τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι «Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωσῆνκαὶ τὸν Θεόν.»
12 Συνεκίνησάν τε τὸν λαόν, καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον·
13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· «Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶνκατὰ τοῦ τόπου τοῦ ἁγίουκαὶ τοῦ νόμου·
14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωσῆς.»
15 Καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντεςοἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.