Atos 5

GRC_F35

1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρατῇ γυναικὶ αὐτοῦ, ἐπώλησεν κτῆμα

2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς,συνειδυίαςκαὶ τῆς γυναικὸς αὐτοῦ·καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.

3 Εἶπεν δὲΠέτρος· «Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι σεἀπὸ τῆς τιμῆς τοῦ χωρίου;

4 Οὐχὶ μένον σοὶ ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ.»

5 Ἀκούων δὲ ὁἈνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. (Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.)

6 Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.

7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν.

8 Ἀπεκρίθη δὲ αὐτῇὁΠέτρος, «Εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.» Ἡ δὲ εἶπεν, «Ναί, τοσούτου.»

9 Ὁ δὲ Πέτρος εἶπενπρὸς αὐτήν· «Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσίν σε.»

10 Ἔπεσεν δὲ παραχρῆμα παρὰτοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.

11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετοσημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά·καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶνος.

13 Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός.

14 Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθηἀνδρῶν τε καὶ γυναικῶν,

15 ὥστε κατὰτὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶνκαὶ κραββάτων,ἵνα ἐρχομένου τοῦΠέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃτινὶ αὐτῶν.

16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰςἹερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶἐθεραπεύοντο ἅπαντες.

17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ (ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων)·ἐπλήσθησαν ζήλου

18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶνἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.

19 Ἄγγελος δὲ Κυρίου διὰ τῆςνυκτὸς ἤνοιξεντὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπεν,

20 «Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.»

21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.

22 Οἱ δὲ παραγενόμενοι ὑπηρέταιοὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν,

23 λέγοντες ὅτι «Τὸ μὲνδεσμωτήριον εὕρομεν κεκλεισμένον ἐνπάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακαςἑστῶτας πρὸτῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.»

24 Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁστρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς,διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.

25 Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖςὅτι «Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.»

26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεναὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵναμὴ λιθασθῶσιν.

27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ· καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς

28 λέγων· «Οὐπαραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδού, πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.»

29 Ἀποκριθεὶς δὲΠέτρος καὶ οἱ ἀπόστολοι εἶπον·«Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.

30 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθεκρεμάσαντες ἐπὶ ξύλου.

31 Τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ,δοῦναι μετάνοιαν τῷ Ἰσραήλ, καὶ ἄφεσιν ἁμαρτιῶν.

32 Καὶ ἡμεῖς ἐσμεν αὐτοῦμάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲτὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.»

33 Οἱ δὲ ἀκούοντεςδιεπρίοντο καὶ ἐβουλεύοντοἀνελεῖν αὐτούς.

34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ (Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ), ἐκέλευσεν ἔξω βραχύ τιτοὺς ἀποστόλους,ποιῆσαι.

35 Εἶπέν τε πρὸς αὐτούς· «Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν.

36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν·ᾧ προσεκλίθηἀριθμὸς ἀνδρῶνὡςτετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.

37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν λαὸν ἱκανὸνὀπίσω αὐτοῦ. Κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.

38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατεαὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται·

39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθεκαταλῦσαι αὐτό—μήποτε καὶ θεομάχοι εὑρεθῆτε.»

40 Ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δήραντεςπαρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς.

41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦἀτιμασθῆναι.

42 Πᾶσαν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον, οὐκ ἐπαύοντοδιδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

Ler em outra tradução

Comparar lado a lado