1 Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲδιεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
2 (Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποιήσαντοκοπετὸν μέγαν ἐπ᾿ αὐτῷ.)
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν· κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν.
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.
5 Φίλιππος δέ, κατελθὼν εἰςπόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν·
6 προσεῖχον δὲοἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
7 Πολλῶνγὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃἐξήρχετο,πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
8 Καὶ ἐγένετοχαρὰ μεγάληἐν τῇ πόλει ἐκείνῃ.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει, μαγεύων καὶ ἐξιστῶντὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
10 ᾧ προσεῖχον,ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, «Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, ἡμεγάλη.»
11 Προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαιςἐξεστακέναιαὐτούς.
12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ, εὐαγγελιζομένῳ τὰπερὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος,Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο, ἄνδρες τε καὶ γυναῖκες.
13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε δυνάμεις καὶ σημεῖαγινόμενα,ἐξίστατο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸνΠέτρον καὶ Ἰωάννην,
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσιν Πνεῦμα Ἅγιον,
16 οὔπωγὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός· μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Χριστοῦ,Ἰησοῦ.
17 Τότε ἐπετίθουντὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
18 Θεασάμενοςδὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον,προσήνεγκεν αὐτοῖς χρήματα,
19 λέγων, «Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂνἐπιθῶ τὰς χεῖρας λαμβάνῃΠνεῦμα Ἅγιον.»
20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισαςδιὰ χρημάτων κτᾶσθαι.
21 Οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐναντίοντοῦ Θεοῦ.
22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ,εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου·
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.»
24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν, «Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον,ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε.»
25 Οἱ μὲν οὖν διαμαρτυράμενοικαὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψανεἰς Ἱερουσαλήμ·πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησεν πρὸς Φίλιππον, λέγων, «Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.»
27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ, εὐνοῦχος, δυνάστης Κανδάκης τῆςβασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθειπροσκυνήσων εἰς Ἱερουσαλήμ
28 —ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεντὸν προφήτην Ἡσαΐαν.
29 Εἶπεν δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, «Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.»
30 Προσδραμὼνδὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἡσαΐαν,καὶ εἶπεν, «Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;»
31 Ὁ δὲ εἶπεν, «Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τιςὁδηγήσῃμε;» Παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32 Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντοςαὐτὸν ἄφωνος, οὕτωςοὐκ ἀνοίγειτὸ στόμα αὐτοῦ.
33 Ἐν τῇ ταπεινώσει αὐτοῦἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲγενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.»
34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν, «Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;»
35 Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς Γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδὸν ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· «Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι;»
38 Καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.