Atos 26

GRC_F35

1 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, «Ἐπιτρέπεταί σοι ὑπὲρσεαυτοῦ λέγειν.» Τότε ὁ Παῦλος ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα·

2 «Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, Βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον,

3 μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους ἐθῶντε καὶ ζητημάτων· διὸ δέομαί σουμακροθύμως ἀκοῦσαί μου.

4 Τὴν μὲν οὖν βίωσίν μου τὴνἐκ νεότητος, τὴν ἀπ᾿ ἀρχῆς γενομένην ἐν τῷ ἔθνειμου ἐνἹεροσολύμοις, ἴσασιν πάντες οἱἸουδαῖοι,

5 προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.

6 Καὶ νῦν ἐπ᾿ ἐλπίδι τῆς πρὸςτοὺς πατέραςἐπαγγελίας γενομένης ὑπὸ τοῦ Θεοῦ ἕστηκα κρινόμενος,

7 εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν, ἐν ἐκτενίᾳνύκτα καὶ ἡμέραν λατρεῦον,ἐλπίζει καταντῆσαι. Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, Βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.

8 Τί ἄπιστον κρίνεται παρ᾿ ὑμῖν εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;

9 »Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·

10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺςτῶν ἁγίων ἐγὼφυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών· ἀναιρουμένων τεαὐτῶν κατήνεγκα ψῆφον.

11 Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

12 »Ἐν οἷς καὶπορευόμενος εἰςΔαμασκὸν μετ᾿ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰτῶν ἀρχιερέων,

13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον,βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους.

14 Πάντων δὲκαταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαντῇ Ἑβραΐδι διαλέκτῳ· ‹Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.›

15 Ἐγὼ δὲ εἶπον,‹Τίς εἶ, Κύριε;› Ὁ δὲεἶπεν· ‹Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις.

16 Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδεςὧν τε ὀφθήσομαί σοι,

17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶτῶν ἐθνῶν, εἰς οὓς ἐγώσε ἀποστέλλω·

18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαιἀπὸ σκότους εἰς φῶς καὶτῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν Θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις, πίστει τῇ εἰς ἐμέ.›

19 Ὅθεν, ΒασιλεῦἈγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ

20 —ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτονκαὶ Ἱεροσολύμοις, εἰςπᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν, ἀπαγγέλλω·‹μετανοεῖνκαὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.›

21 Ἕνεκα τούτων με οἱ Ἰουδαῖοι συλλαβόμενοιἐντῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.

22 Ἐπικουρίας οὖν τυχὼν τῆς παρὰτοῦ Θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενοςμικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαικαὶ Μωϋσῆς

23 —εἰ παθητὸς ὁ Χριστός· εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλεικαταγγέλλειν τῷ τελαῷ καὶ τοῖς ἔθνεσιν.»

24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ἔφη·«Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.»

25 Ὁ δέ·«Οὐ μαίνομαι,» φησίν, «κράτιστε Φῆστε· ἀλλὰἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι.

26 Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν τιτούτων οὐπείθομαι οὐδέν,οὐγὰρἐν γωνίᾳ πεπραγμένον τοῦτο.

27 Πιστεύεις, Βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις.»

28 Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ἔφη,«Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.»

29 Ὁ δὲ Παῦλος εἶπεν,«Εὐξαίμηνἂν τῷ Θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν πολλῷ,οὐ μόνον σέ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος κἀγώεἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.»

30 Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστηὁ βασιλεύς, καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς·

31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι «Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶνπράσσειὁ ἄνθρωπος οὗτος.»

32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, «Ἀπολελύσθαι ἐδύνατοὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητοΚαίσαρα.»

Ler em outra tradução

Comparar lado a lado