Atos 25

GRC_F35

1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ,μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.

2 Ἐνεφάνισανδὲαὐτῷ οἱ ἀρχιερεῖςκαὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,

3 αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ—ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.

4 Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ,ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.

5 «Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν,» φησίν,«συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ,κατηγορείτωσαν αὐτοῦ.»

6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέραςπλείους ἢ δέκα,καταβὰς εἰς Καισάρειαν· τῇ ἐπαύριον καθίσαςἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.

7 Παραγενομένου δὲ αὐτοῦ, περιέστησανοἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιάματαφέροντες κατὰ τοῦ Παύλουἃ οὐκ ἴσχυον ἀποδεῖξαι,

8 ἀπολογουμένου αὐτοῦὅτι «Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τιἥμαρτον.»

9 Ὁ Φῆστος δέ, τοῖς Ἰουδαίοις θέλωνχάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν, «Θέλεις εἰς Ἱεροσόλυμαἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαιὑπ᾿ἐμοῦ;»

10 Εἶπεν δὲ ὁ Παῦλος· «Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.

11 Εἰ μὲν γὰρἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.»

12 Τότε ὁ Φῆστος, συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· «Καίσαρα ἐπικέκλησαι. Ἐπὶ Καίσαρα πορεύσῃ.»

13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοιτὸν Φῆστον.

14 Ὡς δὲ πλείους ἡμέρας διέτριβονἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· «Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικοςδέσμιος,

15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην·

16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειανπρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.

17 Συνελθόντων οὖν αὐτῶν ἐνθάδε,ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·

18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερονὧν ὑπενόουν ἐγώ,

19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίαςεἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.

20 Ἀπορούμενος δὲ ἐγὼπερὶ τὴντούτωνζήτησιν, ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλὴμκἀκεῖ κρίνεσθαι περὶ τούτων.

21 Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψωαὐτὸν πρὸς Καίσαρα.»

22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη,«Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι.» Ὁ δέ,«Αὔριον,» φησίν, «ἀκούσῃ αὐτοῦ.»

23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον,σύν τε τοῖςχιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ᾿ ἐξοχὴν οὖσιντῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.

24 Καί φησιν ὁ Φῆστος· «Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες· θεωρεῖτε τοῦτον, περὶ οὗ πᾶντὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι, ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντεςμὴ δεῖν ζῆν αὐτὸνμηκέτι.

25 Ἐγὼ δὲ καταλαβόμενοςμηδὲν ἄξιον θανάτου αὐτὸνπεπραχέναι, καὶαὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.

26 Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, Βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένηςσχῶ τι γράψαι.

27 Ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι.»

Ler em outra tradução

Comparar lado a lado