1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρωνκαὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαντῷ ἡγεμόνικατὰ τοῦ Παύλου.
2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων· «Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτωνγινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
3 πάντῃτε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ,μετὰ πάσης εὐχαριστίας.
4 Ἵνα δὲ μὴ ἐπὶ πλέονσε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσινπᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως,
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν·
8 παρ᾿ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.»
9 Συνεπέθεντοδὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
10 Ἀπεκρίθη δὲὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος, λέγειν· «Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν δίκαιοντῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότεροντὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
11 δυναμένου σου γνῶναιὅτι οὐ πλείους εἰσίν μοι ἡμέραιδεκαδύο,ἀφ᾿ ἧς ἀνέβην προσκυνήσων ἐνἹερουσαλήμ.
12 Καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασινποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.
13 Οὔτεπαραστῆσαιδύνανταιπερὶ ὧν νῦνκατηγοροῦσίν μου.
14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσιν τοῖς κατὰ τὸν Νόμον καὶ τοῖςΠροφήταις γεγραμμένοις,
15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν,δικαίων τε καὶ ἀδίκων.
16 Ἐν τούτῳ δὲαὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχωνπρός τετὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
17 Δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μουκαὶ προσφοράς,
18 ἐν οἷςεὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲςἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·
19 οὓς ἔδειἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαντί εὗρον ἐν ἐμοὶἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἔκραξα,ἑστὼς ἐν αὐτοῖς,ὅτι ‹Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾿ὑμῶν.› »
22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς,ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς Ὁδοῦ, εἰπών,«Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ᾿ ὑμᾶς»·
23 διαταξάμενός τετῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον,ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαιαὐτῷ.
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξσὺν Δρουσίλλῃ τῇ γυναικί,οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦνπίστεως.
25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι,ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, «Τὸ νῦν ἔχονπορεύου· καιρὸν δὲ μεταλαβὼνμετακαλέσομαί σε.»
26 Ἅμακαὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν·διὸ καὶ πυκνότερονμεταπεμπόμενος ὡμίλειαὐτῷ.
27 Διετίας δὲ πληρωθείσης, ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων δὲχάριταςκαταθέσθαι τοῖς Ἰουδαίοις, ὁ Φῆλιξ κατέλιπεντὸν Παῦλον δεδεμένον.