Atos 23

GRC_F35

1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳεἶπεν, «Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.»

2 Ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.

3 Τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· «Τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνωνμε κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι.»

4 Οἱ δὲ παρεστῶτες εἶπον,«Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς;»

5 Ἔφη τε ὁ Παῦλος· «Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ,‹Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.› »

6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Φαρισαίων, τὸ δὲ ἕτερον Σαδδουκαίων,ἔκραξενἐν τῷ συνεδρίῳ, «Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου·περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼκρίνομαι.»

7 Τοῦτο δὲ αὐτοῦ λαλήσαντος,ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων,καὶ ἐσχίσθη τὸ πλῆθος.

8 (Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μήτεἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.)

9 Ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντεςοἱ γραμματεῖςτοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες, «Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲπνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν.»

10 Πολλῆς δὲ γενομένης στάσεως,εὐλαβηθεὶςὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾿ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβῆναι καὶἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.

11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπεν, «Θάρσει Παῦλε,ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτως σε δεῖκαὶ εἰς Ῥώμην μαρτυρῆσαι.»

12 Γενομένης δὲ ἡμέρας, ποιήσαντές τινες τῶν Ἰουδαίων συστροφήν,ἀνεθεμάτισαν ἑαυτοὺςμήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιντὸν Παῦλον.

13 Ἦσαν δὲ πλείους τεσσαράκονταοἱ ταύτην τὴν συνωμοσίανπεποιηκότες·

14 οἵτινες προσελθόντες τοῖς ἀρχιερεῦσιν καὶ τοῖςπρεσβυτέροις εἶπον·«Ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενὸς γεύσασθαι ἕως οὗ ἀποκτείνωμεν τὸν Παῦλον.

15 Νῦν οὖν, ὑμεῖς ἐμφανίσατε τῷ χιλιάρχῳ, σὺν τῷ συνεδρίῳ, ὅπως αὔριονκαταγάγῃ αὐτὸνπρὸςὑμᾶς, ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτοῦ· ἡμεῖς δέ, πρὸ τοῦ ἐγγίσαι αὐτόν, ἕτοιμοί ἐσμεν τοῦ ἀνελεῖν αὐτόν.»

16 Ἀκούσας δὲ ὁ υἱὸς τῆς ἀδελφῆς Παύλου τὸ ἔνεδρον,παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολήν, ἀπήγγειλεν τῷ Παύλῳ.

17 Προσκαλεσάμενος δὲ ὁ Παῦλος ἕνα τῶν ἑκατοντάρχων ἔφη, «Τὸν νεανίαντοῦτον ἀπάγαγε πρὸς τὸν χιλίαρχον, ἔχει γάρ τι ἀπαγγεῖλαιαὐτῷ.»

18 Ὁ μὲν οὖν παραλαβὼν αὐτὸν ἤγαγεν πρὸς τὸν χιλίαρχον καί φησιν, «Ὁ δέσμιος Παῦλος προσκαλεσάμενός με ἠρώτησεν τοῦτον τὸν νεανίανἀγαγεῖν πρός σε, ἔχοντά τι λαλῆσαί σοι.»

19 Ἐπιλαβόμενος δὲ τῆς χειρός αὐτοῦ, ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ᾿ ἰδίαν ἐπυνθάνετο, «Τί ἐστιν ὃ ἔχεις ἀπαγγεῖλαί μοι;»

20 Εἶπεν δὲ ὅτι «Οἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε ὅπως αὔριον εἰς τὸ συνέδριον καταγάγῃς τὸν Παῦλον,ὡς μέλλοντέςτι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ.

21 Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς· ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείουςτεσσαράκοντα,οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν ἕως οὗ ἀνέλωσιν αὐτόν· καὶ νῦν ἕτοιμοί εἰσινπροσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.»

22 Ὁ μὲν οὖν χιλίαρχος ἀπέλυσεντὸν νεανίανπαραγγείλας, «Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρός με.»

23 Καὶ προσκαλεσάμενος δύο τινὰςτῶν ἑκατοντάρχων εἶπεν· «Ἑτοιμάσατε στρατιώτας διακοσίους ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός·

24 κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντεςτὸν Παῦλον διασώσωσιν πρὸς Φήλικατὸν ἡγεμόνα.»

25 Γράψας ἐπιστολὴν περιέχουσαντὸν τύπον τοῦτον·

26 «Κλαύδιος Λυσίας, τῷ κρατίστῳ ἡγεμόνι Φήλικι·Χαίρειν.

27 Τὸν ἄνδρα τοῦτον συλληφθένταὑπὸ τῶν Ἰουδαίων καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾿ αὐτῶν· ἐπιστὰς σὺν τῷ στρατεύματι ἐξειλόμηναὐτόν,μαθὼν ὅτι Ῥωμαῖός ἐστιν.

28 Βουλόμενος δὲγνῶναιτὴν αἰτίαν δι᾿ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν·

29 ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲνἄξιον θανάτου ἢ δεσμῶν ἔγκλημα ἔχοντα.

30 Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα μέλλεινἔσεσθαι ὑπὸ τῶν Ἰουδαίων,ἐξαυτῆς ἔπεμψα πρός σε, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν τὰπρὸς αὐτὸν ἐπὶ σοῦ. Ἔρρωσο.»

31 Οἱ μὲν οὖν στρατιῶται, κατὰ τὸ διατεταγμένον αὐτοῖς, ἀναλαβόντες τὸν Παῦλον, ἤγαγον διὰ τῆςνυκτὸς εἰς τὴν Ἀντιπατρίδα.

32 Τῇ δὲ ἐπαύριον ἐάσαντες τοὺς ἱππεῖς πορεύεσθαισὺν αὐτῷ, ὑπέστρεψαν εἰς τὴν παρεμβολήν.

33 Οἵτινες εἰσελθόντες εἰς τὴν Καισάρειαν καὶ ἀναδόντες τὴν ἐπιστολὴν τῷ ἡγεμόνι, παρέστησαν καὶ τὸν Παῦλον αὐτῷ.

34 Ἀναγνοὺς δὲ ὁ ἡγεμὼνκαὶ ἐπερωτήσας ἐκ ποίας ἐπαρχίαςἐστίν καὶ πυθόμενος ὅτι ἀπὸ Κιλικίας.

35 «Διακούσομαί σου,» ἔφη, «ὅταν καὶ οἱ κατήγοροί σου παραγένωνται.»Ἐκέλευσέν τεαὐτὸνἐν τῷ πραιτωρίῳ τοῦἩρῴδου φυλάσσεσθαι.

Ler em outra tradução

Comparar lado a lado