Atos 27

GRC_F35

1 Ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν Ἰταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι Ἰουλίῳ, σπείραςΣεβαστῆς.

2 Ἐπιβάντες δὲ πλοίῳ Ἀτραμυτινῷ,μέλλοντεςπλεῖντοὺς κατὰ τὴν Ἀσίαν τόπους, ἀνήχθημεν· ὄντος σὺν ἡμῖν Ἀριστάρχου, Μακεδόνος Θεσσαλονικέως.

3 Τῇ τεἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα· φιλανθρώπωςτε ὁ Ἰούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺςφίλους πορευθένταἐπιμελείας τυχεῖν.

4 Κἀκεῖθεν ἀναχθέντες, ὑπεπλεύσαμεν τὴν Κύπρον, διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους.

5 Τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμφυλίαν διαπλεύσαντες, κατήχθημενεἰς Μύρα τῆς Λυκίας.

6 Κἀκεῖ εὑρὼν ὁ ἑκατόνταρχοςπλοῖον Ἀλεξανδρῖνονπλέον εἰςἸταλίαν, ἐνεβίβασενἡμᾶς εἰς αὐτό.

7 Ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην·

8 μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ᾧ ἐγγὺς ἦν πόλιςΛασαία.

9 Ἱκανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισφαλοῦς τοῦ πλοός, διὰ τὸ καὶ τὴν Νηστείαν ἤδη παρεληλυθέναι· παρῄνει ὁ Παῦλος

10 λέγων αὐτοῖς, «Ἄνδρες, θεωρῶὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας, οὐ μόνον τοῦ φόρτουκαὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν, μέλλειν ἔσεσθαι τὸν πλοῦν.»

11 Ὁ δὲ ἑκατόνταρχοςτῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ ἐπείθετο μᾶλλονἢ τοῖς ὑπὸ τοῦΠαύλου λεγομένοις.

12 Ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν, οἱ πλείουςἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν,εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.

13 Ὑποπνεύσαντος δὲ νότου, δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.

14 Μετ᾿ οὐ πολὺ δέ, ἔβαλεν κατ᾿ αὐτῆς ἄνεμος τυφωνικός (ὁ καλούμενος Εὐροκλύδων).

15 Συναρπασθέντος δὲ τοῦ πλοίου, καὶ μὴ δυναμένου ἀντοφθαλμεῖν τῷ ἀνέμῳ, ἐπιδόντεςἐφερόμεθα.

16 Νησίον δέ τι ὑποδραμόντες καλούμενον Κλαύδην,μόλις ἰσχύσαμενπερικρατεῖς γενέσθαι τῆς σκάφης·

17 ἣν ἄραντες, βοηθείαιςἐχρῶντο, ὑποζωννύντες τὸ πλοῖον· φοβούμενοί τε μὴ εἰς τὴν Σύρτινἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐφέροντο.

18 Σφοδρῶς δὲ χειμαζομένων ἡμῶν, τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,

19 καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἐρρίψαμεν.

20 Μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιφαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο πᾶσα ἐλπὶςτοῦ σῴζεσθαι ἡμᾶς.

21 Πολλῆς δὲἀσιτίας ὑπαρχούσης, τότε σταθεὶς ὁ Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν· «Ἔδει μέν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.

22 Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν, πλὴν τοῦ πλοίου.

23 Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶἄγγελος τοῦ Θεοῦ οὗ εἰμι, ᾧ καὶ λατρεύω,

24 λέγων· ‹Μὴ φοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι. Καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.›

25 Διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ Θεῷ ὅτι οὕτως ἔσται καθ᾿ ὃν τρόπον λελάληταί μοι.

26 Εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.»

27 Ὡς δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο, διαφερομένων ἡμῶν ἐν τῷ Ἀδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.

28 Καὶ βολίσαντες εὗρον ὀργυιὰςεἴκοσι· βραχὺ δὲ διαστήσαντες, καὶ πάλιν βολίσαντες, εὗρον ὀργυιὰς δεκαπέντε·

29 φοβούμενοί τε μή πῶςεἰςτραχεῖς τόπους ἐκπέσωμεν,ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας, ηὔχοντοἡμέραν γενέσθαι.

30 Τῶν δὲ ναυτῶν ζητούντων φυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάφην εἰς τὴν θάλασσαν, προφάσει ὡς ἐκ πρῴραςμελλόντων ἀγκύραςἐκτείνειν·

31 εἶπεν ὁ Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, «Ἐὰν μὴ οὗτοι ἐν τῷ πλοίῳ μείνωσιν,ὑμεῖς σωθῆναι οὐ δύνασθε.»

32 Τότε οἱ στρατιῶται ἀπέκοψαντὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.

33 Ἄχρι δὲ οὗ ἔμελλεν ἡμέραγίνεσθαι,παρεκάλει ὁ Παῦλος ἅπαντας μεταλαβεῖν τροφῆς, λέγων· «Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες—ἄσιτοι διατελεῖτε,μηδὲνπροσλαβόμενοι.

34 Διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖντροφῆς, τοῦτο γὰρ πρὸς τῆς ἡμετέραςσωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἐκτῆς κεφαλῆς πεσεῖται.»

35 Εἰπὼνδὲ ταῦτα καὶ λαβὼν ἄρτον, εὐχαρίστησεντῷ Θεῷ ἐνώπιον πάντων· καὶ κλάσας ἤρξατο ἐσθίειν.

36 Εὔθυμοι δὲ γενόμενοι πάντεςκαὶ αὐτοὶ προσελάβοντο τροφῆς.

37 (Ἦμενδὲ ἐν τῷ πλοίῳ αἱ πᾶσαι ψυχαί,διακόσιαι ἑβδομήκοντα ἕξ.)

38 Κορεσθέντες δὲτροφῆς, ἐκούφιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.

39 Ὅτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουνἔχοντα αἰγιαλόν, εἰς ὃν ἐβουλεύσαντο,εἰ δυνατόν,ἐξῶσαι τὸ πλοῖον.

40 Καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων· καὶ ἐπάραντες τὸν ἀρτέμονατῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.

41 Περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπώκειλαντὴν ναῦν·καὶ ἡ μὲν πρῷρα ἐρείσασα ἔμενενἀσάλευτος, ἡ δὲ πρύμνα ἐλύετοὑπὸ τῆς βίας τῶν κυμάτων.

42 Τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαφύγῃ.

43 Ὁ δὲ ἑκατόνταρχος,βουλόμενος διασῶσαι τὸν Παῦλον, ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματοςἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορρίψανταςπρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,

44 καὶ τοὺς λοιπούς, οὓς μὲν ἐπὶ σανίσιν, οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου. Καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

Ler em outra tradução

Comparar lado a lado