1 Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, προσκαλεσάμενοςὁ Παῦλος τοὺς μαθητὰς καὶἀσπασάμενος, ἐξῆλθεν πορευθῆναιεἰς τὴνΜακεδονίαν.
2 Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα.
3 Ποιήσας τε μῆνας τρεῖς, γενομένης ἐπιβουλῆς αὐτῷὑπὸ τῶν Ἰουδαίων, μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμητοῦ ὑποστρέφειν διὰ Μακεδονίας.
4 Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς ἈσίαςΣώπατροςΒερροιαῖος,Θεσσαλονικέωνδὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος·
5 οὗτοιπροελθόντεςἔμενον ἡμᾶς ἐν Τρῳάδι.
6 Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχριςἡμερῶν πέντε, οὗδιετρίψαμεν ἡμέρας ἑπτά.
7 Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων τῶν μαθητῶνκλάσαιἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλωνἐξιέναι τῇ ἐπαύριον παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου.
8 Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμενσυνηγμένοι.
9 Καθήμενοςδέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον· κατενεχθεὶς ἀπὸτοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός.
10 Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼνεἶπεν, «Μὴ θορυβεῖσθε,ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.»
11 Ἀναβὰς δὲ καὶ κλάσαςἄρτον καὶ γευσάμενος, ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχριςαὐγῆς—οὕτως ἐξῆλθεν.
12 (Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.)
13 Ἡμεῖς δὲ προσελθόντεςἐπὶ τὸ πλοῖον ἀνήχθημεν εἰςτὴν Ἄσσον,ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον—οὕτως γὰρ ἦν διατεταγμένος,μέλλων αὐτὸς πεζεύειν.
14 Ὡς δὲ συνέβαλενἡμῖν εἰς τὴν Ἄσσον ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην.
15 Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺΧίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ·,τῇ ἐχομένῃἤλθομεν εἰς Μίλητον.
16 (Ἔκρινενγὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γάρ, εἰ δυνατὸν ἦναὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.)
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· «Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέραςἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην,
19 δουλεύων τῷ Κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης, καὶ πολλῶνδακρύων καὶ πειρασμῶν, τῶν συμβάντωνμοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων·
20 ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾿ οἴκους,
21 διαμαρτυρόμενοςἸουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰςΘεὸν μετάνοιαν καὶ πίστιν τὴνεἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν.
22 Καὶ νῦν ἰδού, ἐγὼ δεδεμένοςτῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντάμοι μὴ εἰδώς,
23 πλὴν ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πόλιν διαμαρτύρεται,λέγονὅτι δεσμά με καὶ θλίψειςμένουσιν.
24 Ἀλλ᾿ οὐδενὸς λόγονποιοῦμαι, οὐδὲ ἔχωτὴν ψυχήν μουτιμίαν ἐμαυτῷ, ὡςτελειῶσαι τὸν δρόμον μου μετὰ χαρᾶς,καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ Κυρίου Ἰησοῦ διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ.
25 »Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ.
26 Διὸμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρὸς ἐγὼἀπὸ τοῦ αἵματος πάντων·
27 οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ.
28 Προσέχετεοὖνἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.
29 Ἐγὼ γὰροἶδα τοῦτο,ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου.
30 Καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες, λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην, μετὰ δακρύων, νουθετῶν ἕνα ἕκαστον.
32 »Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί,τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαικαὶ δοῦναι ὑμῖνκληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33 Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα.
34 Αὐτοὶγινώσκετε ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσιν μετ᾿ ἐμοῦ, ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35 Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τοῦ λόγουτοῦ Κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν, ‹Μακάριόν ἐστιν μᾶλλον διδόναιἢ λαμβάνειν.› »
36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο.
37 Ἱκανὸς δὲ κλαυθμὸς ἐγένετοπάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν,
38 ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.