1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον, διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖνεἰς Ἔφεσον. Disciples of John Καὶ εὑρώντινας μαθητὰς
2 εἶπενπρὸς αὐτούς, «Εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες;» Οἱ δὲ εἶπονπρὸς αὐτόν, «Ἀλλ᾿ οὐδὲεἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν.»
3 Εἶπέν τε,«Εἰς τί οὖν ἐβαπτίσθητε;» Οἱ δὲ εἶπον,«Εἰς τὸ Ἰωάννου βάπτισμα.»
4 Εἶπεν δὲΠαῦλος, «Ἰωάννης μὲνἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾿ ἔστιν, εἰς τὸν Χριστόν,Ἰησοῦν.»
5 Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
6 Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰςχεῖρας ἦλθεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον.
7 Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο.
8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο, ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰπερὶ τῆς βασιλείας τοῦ Θεοῦ.
9 Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν Ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ᾿ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθ᾿ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός.
10 Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ,Ἰουδαίους τε καὶ Ἕλληνας.
11 Δυνάμεις δὲοὐ τὰς τυχούσας ἐποίει ὁ Θεὸςδιὰ τῶν χειρῶν Παύλου,
12 ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαιἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, καὶ ἀπαλλάσσεσθαιἀπ᾿ αὐτῶν τὰς νόσους τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ᾿ αὐτῶν.
13 Ἐπεχείρησανδέ τινες ἀπὸτῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες, «Ὁρκίζομενὑμᾶς τὸν Ἰησοῦν ὃν ὁΠαῦλος κηρύσσει.»
14 Ἦσαν δέ τινεςυἱοὶ Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰοἱτοῦτο ποιοῦντες.
15 Ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν,«ΤὸνἸησοῦν γινώσκω, καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ;»
16 Καὶ ἐφαλλόμενοςἐπ᾿ αὐτοὺς ὁ ἄνθρωποςἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν καὶκατακυριεύσαναὐτῶν·ἴσχυσεν κατ᾿ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου.
17 Τοῦτο δὲ ἐγένετο πᾶσιν γνωστόν,Ἰουδαίοις τε καὶ Ἕλλησιν, τοῖς κατοικοῦσιν τὴν Ἔφεσον· καὶ ἐπέπεσεν φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ.
18 Πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο, ἐξομολογούμενοι καὶ ἀναγγέλλοντεςτὰς πράξεις αὐτῶν.
19 Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων (καὶ συνεψηφίσαντοτὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε).
20 Οὕτως κατὰ κράτος ὁ λόγος τοῦ Κυρίουηὔξανεν καὶ ἴσχυεν.
21 Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι, διελθὼντὴν Μακεδονίαν καὶ Ἀχαΐαν, πορεύεσθαι εἰς Ἱερουσαλήμ,εἰπὼν ὅτι «Μετὰ τὸ γενέσθαι με ἐκεῖ, δεῖ με καὶ Ῥώμην ἰδεῖν.»
22 Ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν.
23 Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς Ὁδοῦ.
24 Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος, παρείχετο τοῖς τεχνίταις ἐργασίαν οὐκ ὀλίγην·
25 οὓς συναθροίσας, καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας, εἶπεν· «Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῶνἐστιν.
26 Καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι.
27 Οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς Ἀρτέμιδος ἱερὸνεἰς οὐδὲνλογισθῆναι, μέλλειν δὲκαὶ καθαιρεῖσθαι τὴν μεγαλειότητααὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται.»
28 Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρειςθυμοῦ ἔκραζον λέγοντες, «Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.»
29 Καὶ ἐπλήσθη ἡ πόλις ὅλητῆςσυγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον (συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον, Μακεδόνας, συνεκδήμουςΠαύλου).
30 Τοῦ δὲ Παύλουβουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον, οὐκ εἴων αὐτὸν οἱ μαθηταί.
31 Τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον.
32 Ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκενσυνεληλύθεισαν.
33 Ἐκ δὲ τοῦ ὄχλου προεβίβασανἈλέξανδρον, προβαλλόντωναὐτὸν τῶν Ἰουδαίων. Ὁ δὲ Ἀλέξανδρος, κατασείσας τὴν χεῖρα, ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ.
34 Ἐπιγνόντεςδὲ ὅτι Ἰουδαῖός ἐστιν, φωνὴ ἐγένετο μία ἐκ πάντων ὡς ἐπὶ ὥρας δύο κραζόντων, «Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων.»
35 Καταστείλας δὲ ὁ γραμματεὺς τὸν ὄχλον φησίν· «Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ἄνθρωποςὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρονοὖσαν τῆς μεγάλης θεᾶςἈρτέμιδος καὶ τοῦ Διοπετοῦς;
36 Ἀναντιρρήτων οὖν ὄντων τούτων, δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν.
37 Ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους, οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸνὑμῶν.
38 Εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον,ἀγοραῖοι ἄγονται, καὶ ἀνθύπατοί εἰσιν· ἐγκαλείτωσανἀλλήλοις.
39 Εἰ δέ τι περὶ ἑτέρωνἐπιζητεῖτε,ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται.
40 Καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως, περὶ τῆς σήμερον, μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐδυνησόμεθα ἀποδοῦναιλόγοντῆς συστροφῆς ταύτης.»
41 Καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.