Atos 18

GRC_F35

1 Μετὰ δὲταῦτα χωρισθεὶς ὁ Παῦλοςἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.

2 Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ (διὰ τὸ διατεταχέναιΚλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἐκτῆς Ῥώμης), προσῆλθεν αὐτοῖς·

3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενενπαρ᾿ αὐτοῖς καὶ εἰργάζετο(ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην).

4 Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.

5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματιὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις·τὸν Χριστὸν Ἰησοῦν.

6 Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενοςτὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· «Τὸ αἷμα ὑμῶν ἐπὶ τὰς κεφαλὰςὑμῶν· καθαρὸς ἐγώ. Ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.»

7 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθενεἰς οἰκίαν τινὸς ὀνόματιἸούστου, σεβομένου τὸν Θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.

8 Κρίσπος δέ, ὁ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων, ἀκούοντες,ἐπίστευον καὶ ἐβαπτίζοντο.

9 Εἶπεν δὲ ὁ Κύριος δι᾿ ὁράματος ἐν νυκτὶτῷ Παύλῳ· «Μὴ φοβοῦ· ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,

10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.»

11 Ἐκάθισέν τεἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.

12 Γαλλίωνος δὲ ἀνθυπατεύοντοςτῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοιτῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,

13 λέγοντες ὅτι «Παρὰ τὸν νόμον ἀναπείθει οὗτοςτοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν.»

14 Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· «Εἰ μὲν οὖνἦν ἀδίκημά τιἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμηνὑμῶν·

15 εἰ δὲ ζήτημάἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾿ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρἐγὼ τούτων οὐ βούλομαι εἶναι.»

16 Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.

17 Ἐπιλαβόμενοι δὲ πάντες οἱ ἝλληνεςΣωσθένην, τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελλεν.

18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας (κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς,εἶχεν γὰρ εὐχήν).

19 Κατήντησενδὲ εἰς Ἔφεσον κἀκείνουςκατέλιπεναὐτοῦ (αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέχθητοῖς Ἰουδαίοις).

20 Ἐρωτώντων δὲ αὐτῶνἐπὶ πλείονα χρόνον μεῖναι παρ᾿ αὐτοῖς,οὐκ ἐπένευσεν·

21 ἀλλ᾿ἀπετάξατο αὐτοῖςεἰπών, «Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα·πάλιν δὲἀνακάμψω πρὸς ὑμᾶς, τοῦ Θεοῦ θέλοντος.» Καὶ ἀνήχθηἀπὸ τῆς Ἐφέσου.

22 Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν.

23 Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.

24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι,Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς.

25 Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ,ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.

26 Οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα,προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντοτὴν τοῦ Θεοῦ ὁδόν.

27 Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·

28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

Ler em outra tradução

Comparar lado a lado