1 Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶἈπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡσυναγωγὴ τῶν Ἰουδαίων.
2 Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέγετοαὐτοῖς ἀπὸ τῶν Γραφῶν,
3 διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι «οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸςὃν ἐγὼ καταγγέλλω ὑμῖν.»
4 Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ,γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντεςτῶν ἀγοραίων ἄνδρας τινὰςπονηρούς, καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τετῇ οἰκίᾳ Ἰάσονος,ἐζήτουν αὐτοὺς ἀγαγεῖνεἰς τὸν δῆμον.
6 Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυροντὸνἸάσονακαί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι «Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7 οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν,βασιλέα ἕτερον λέγοντεςεἶναι—Ἰησοῦν.»
8 Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα.
9 Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονοςκαὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.
10 Οἱ δὲ ἀδελφοὶ εὐθέως, διὰ τῆς νυκτός,ἐξέπεμψαν τόν τεΠαῦλον καὶ τὸν Σίλαν εἰς Βέρροιαν·οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ἀπῄεσαν τῶν Ἰουδαίων.
11 Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶνἐν Θεσσαλονίκῃ,οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας,καθ᾿ ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
12 Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων, γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν, οὐκ ὀλίγοι.
13 Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇΒερροίᾳκατηγγέληὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ, σαλεύοντεςτοὺς ὄχλους.
14 Εὐθέως δέ, τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοί, πορεύεσθαι ὡςἐπὶ τὴν θάλασσαν, ὑπέμενονδὲὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 Οἱ δὲ καθιστῶντεςτὸν Παῦλον ἤγαγον αὐτὸνἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶΤιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.
16 Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετοτὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντικατείδωλον οὖσαν τὴν πόλιν.
17 Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18 Τινὲς δὲ καὶτῶν Ἐπικουρείωνκαὶ τῶνΣτωϊκῶνφιλοσόφων συνέβαλοναὐτῷ. Καί τινες ἔλεγον, «Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν;» Οἱ δέ, «Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι»—ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
19 Ἐπιλαβόμενοί τε αὐτοῦἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον λέγοντες· «Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20 Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοιταῦτα εἶναι.»
21 (Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουνἢ λέγειν τι καὶἀκούεινκαινότερον.)
22 Σταθεὶς δὲ ὁΠαῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· «Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
23 διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ‹Ἀγνώστῳ Θεῷ.› Ὃνοὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτονἐγὼ καταγγέλλωὑμῖν·
24 Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων,οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
25 οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπωνθεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺςπᾶσιν ζωὴν καὶ πνοὴν κατὰπάντα.
26 Ἐποίησέν τε ἐξ ἑνὸς αἵματοςπᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωποντῆς γῆς, ὁρίσας προστεταγμένουςκαιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27 ζητεῖν τὸν Κύριον,εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γεοὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα·
28 ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ὡς καί τινες τῶν καθ᾿ ὑμᾶςποιητῶν εἰρήκασιν, ‹Τοῦ γὰρ καὶ γένος ἐσμέν.›
29 Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ—χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου—τὸ θεῖον εἶναι ὅμοιον.
30 Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεός, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσινπανταχοῦ μετανοεῖν,
31 διότιἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν· πίστιν παρασχὼνπᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.»
32 Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπον,«Ἀκουσόμεθά σου πάλιν περὶ τούτου.»
33 Καὶοὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.
34 Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.