Atos 16

GRC_F35

1 Κατήντησεν δὲεἰς Δέρβην καὶΛύστραν. Καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖὀνόματι Τιμόθεος, υἱὸς γυναικός τινοςἸουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·

2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.

3 Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ᾔδεσανγὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλληνὑπῆρχεν.

4 Ὡς δὲ διεπορεύοντοτὰς πόλεις παρεδίδουναὐτοῖς φυλάσσειν τὰ δόγματα—τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶνπρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.

5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾿ ἡμέραν.

6 Διελθόντεςδὲ τὴν Φρυγίαν καὶ τὴνΓαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,

7 ἐλθόντεςκατὰ τὴν Μυσίαν ἐπείραζον κατὰτὴν Βιθυνίαν πορεύεσθαι,καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.

8 Παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.

9 Καὶ ὅραμα διὰ τῆςνυκτὸς ὤφθη τῷ Παύλῳ·ἀνήρ τις ἦν Μακεδὼνἑστώς,παρακαλῶν αὐτὸν καὶ λέγων, «Διαβὰς εἰς τὴνΜακεδονίαν,βοήθησον ἡμῖν.»

10 Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴνΜακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριοςεὐαγγελίσασθαι αὐτούς.

11 Ἀναχθέντες οὖνἀπὸ τῆςΤρῳάδος, εὐθυδρομήσαμεν εἰς τὴνΣαμοθρᾴκην, τῇ τεἐπιούσῃ εἰς Νεάπολιν·

12 ἐκεῖθέν τεεἰς Φιλίππους, ἥτις ἐστὶν πρώτη τῆςμερίδος τῆςΜακεδονίας πόλις, κολωνεία.Ἦμεν δὲ ἐν αὐτῇτῇ πόλει διατρίβοντες ἡμέρας τινάς.

13 Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεωςπαρὰ ποταμόν, οὗ ἐνομίζετοπροσευχὴεἶναι, καὶ καθίσαντεςἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.

14 Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλιςπόλεως Θυατείρων,σεβομένη τὸν Θεόν, ἤκουεν,ἧς ὁ Κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.

15 Ὡς δὲ ἐβαπτίσθη αὐτῇ,καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, «Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι,εἰσελθόντες εἰς τὸν οἶκόν μου, μείνατε.»Καὶ παρεβιάσατο ἡμᾶς.

16 Ἐγένετο δέ, πορευομένων ἡμῶν εἰςπροσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα Πύθωνοςἀπαντῆσαιἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.

17 Αὕτη κατακολουθήσασατῷ Παύλῳ καὶ τῷ Σίλᾳἔκραζενλέγουσα, «Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσινἡμῖνὁδὸν σωτηρίας.»

18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ὁΠαῦλος, καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν, «Παραγγέλλωσοι ἐν τῷὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς.» Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸνΣίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,

20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον,«Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες,

21 καὶ καταγγέλλουσινἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν.»

22 Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντεςαὐτῶν τὰ ἱμάτιαἐκέλευον ῥαβδίζειν.

23 Πολλάς τε ἐπιθέντες αὐτοῖς πληγάς, ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·

24 ὅς, παραγγελίαν τοιαύτην εἰληφώς,ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέρανφυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατοεἰς τὸ ξύλον.

25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντοδὲ αὐτῶν οἱ δέσμιοι.

26 Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου·ἀνεῴχθησάνδὲπαραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.

27 Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενοςμάχαιραν, ἔμελλενἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.

28 Ἐφώνησεν δὲ φωνῇ μεγάλῃ ὁ Παῦλοςλέγων, «Μηδὲν πράξῃςσεαυτῷ κακόν, ἅπαντες γάρ ἐσμεν ἐνθάδε.»

29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησενκαὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷΣίλᾳ.

30 Καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, «Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;»

31 Οἱ δὲ εἶπον,«Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸνκαὶ σωθήσῃ, σὺ καὶ ὁ οἶκός σου.»

32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσιντοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.

33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντεςπαραχρῆμα.

34 Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦπαρέθηκεν τράπεζαν, καὶ ἠγαλλιᾶτο,πανοικὶπεπιστευκὼς τῷ Θεῷ.

35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, «Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.»

36 Ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτουςπρὸς τὸν Παῦλον, ὅτι «Ἀπεστάλκασινοἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.»

37 Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· «Δήραντεςἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλονεἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰἐλθόντες αὐτοὶἐξαγαγέτωσαν.»

38 Ἀνήγγειλανδὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν δὲἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν·

39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖντῆςπόλεως.

40 Ἐξελθόντες δὲ ἀπὸτῆς φυλακῆς εἰσῆλθον πρὸςτὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺςκαὶ ἐξῆλθον.

Ler em outra tradução

Comparar lado a lado