Atos 15

GRC_F35

1 Καὶ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι «Ἐὰν μὴ περιτέμνησθετῷ ἔθειΜωϋσέος,οὐ δύνασθε σωθῆναι.»

2 Γενομένης οὖνστάσεως καὶ ζητήσεωςοὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν, πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.

3 Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴνΦοινίκην καὶΣαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.

4 Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησανὑπὸτῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησεν μετ᾿ αὐτῶν.

5 Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες,λέγοντες ὅτι «Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειντε τηρεῖν τὸν νόμον Μωσέως.»

6 Συνήχθησαν δὲοἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.

7 Πολλῆς δὲ συζητήσεωςγενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο,διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.

8 Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖςτὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν·

9 καὶ οὐδὲνδιέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.

10 Νῦν οὖν, τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναιζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;

11 Ἀλλά, διὰ τῆς χάριτος τοῦΚυρίου Ἰησοῦπιστεύομεν σωθῆναι, καθ᾿ ὃν τρόπον κἀκεῖνοι.»

12 Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθοςκαὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾿ αὐτῶν.

13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων·

14 «Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶτῷ ὀνόματι αὐτοῦ.

15 Καὶ τούτῳσυμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται·

16 ‹Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυίδ, τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν·

17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη—ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς—λέγει Κύριος ὁποιῶν ταῦτα πάντα.›

18 Γνωστὰ ἀπ᾿ αἰῶνός ἐστιν τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ.

19 Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν,

20 ἀλλ᾿ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸτῶν ἀλισγημάτων τῶν εἰδώλωνκαὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.

21 Μωσῆςγὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.»

22 Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις, σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺνΠαύλῳ καὶ Βαρνάβᾳ· Ἰούδαν (τὸν ἐπικαλούμενονΒαρσαβᾶν)καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς·

23 γράψαντες διὰ χειρὸς αὐτῶν τάδε·«Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱἀδελφοί, τοῖς κατὰἈντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν· Χαίρειν.

24 Ἐπειδὴἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶνἐξελθόντεςἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον—οἷς οὐ διεστειλάμεθα—

25 ἔδοξεν ἡμῖν, γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένοιςἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ,

26 ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.

28 Ἔδοξεν γὰρ τῷ Ἁγίῳ Πνεύματι,καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων·

29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦκαὶ πορνείας·ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε.Ἔρρωσθε.»

30 Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθονεἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαντὴν ἐπιστολήν.

31 Ἀναγνόντεςδὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.

32 Ἰούδας τεκαὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.

33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾿ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.,

35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.

36 Μετὰ δέ τινας ἡμέρας εἶπεν Παῦλος πρὸς Βαρνάβαν,«Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶνκατὰ πᾶσαν πόλινἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσιν.»

37 Βαρνάβας δὲ ἐβουλεύσατοσυμπαραλαβεῖν καὶἸωάννην (τὸν καλούμενονΜᾶρκον).

38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾿ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ συμπαραλαβεῖντοῦτον.

39 Ἐγένετο οὖνπαροξυσμὸς ὥστε χωρισθῆναιαὐτοὺς ἀπ᾿ ἀλλήλων. Τόν τεΒαρνάβαν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον·

40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦὑπὸ τῶν ἀδελφῶν.

41 Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν,ἐπιστηρίζων τὰς ἐκκλησίας.

Ler em outra tradução

Comparar lado a lado