Atos 21

GRC_F35

1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾿ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ,τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα.

2 Καὶ εὑρόντες πλοῖον διαπερῶνεἰς Φοινίκην, ἐπιβάντες ἀνήχθημεν.

3 Ἀναφανέντεςδὲ τὴν Κύπρον καὶ καταλιπόντεςαὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν καὶ κατήχθημενεἰς Τύρον, ἐκεῖσε γὰρ ἦν τὸ πλοῖονἀποφορτιζόμενον τὸν γόμον.

4 Καὶ ἀνευρόντεςμαθητάς, ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά· οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ Πνεύματος μὴ ἀναβαίνεινεἰς Ἱερουσαλήμ.

5 Ὅτε δὲ ἐγένετο ἡμᾶς ἐξαρτίσαι τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων, σὺν γυναιξὶν καὶ τέκνοις, ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσηυξάμεθα.

6 Καὶ ἀσπασάμενοι ἀλλήλους,ἐπέβημενεἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.

7 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου, κατηντήσαμεν εἰς Πτολεμαΐδα· καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾿ αὐτοῖς.

8 Τῇ δὲ ἐπαύριον ἐξελθόντες, ἤλθομενεἰς Καισάρειαν· καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ(ὄντος ἐκ τῶν ἑπτά), ἐμείναμεν παρ᾿ αὐτῷ.

9 (Τούτῳ δὲ ἦσαν θυγατέρες παρθένοι τέσσαρεςπροφητεύουσαι.)

10 Ἐπιμενόντων δὲ ἡμῶνἡμέρας πλείους, κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος.

11 Καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας τε αὐτοῦτοὺς πόδας καὶ τὰς χεῖραςεἶπεν, «Τάδε λέγει τὸ Πνεῦμα τὸ Ἅγιον· ‹Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐνἹερουσαλὴμ οἱ Ἰουδαῖοι, καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.› »

12 Ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν, ἡμεῖς τε καὶ οἱ ἐντόπιοι, τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.

13 Ἀπεκρίθη τεὁ Παῦλος· «Τί ποιεῖτε, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ, ἑτοίμως ἔχωὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου Ἰησοῦ.»

14 Μὴ πειθομένου δὲ αὐτοῦ, ἡσυχάσαμεν εἰπόντες, «Τὸ θέλημα τοῦ Κυρίουγενέσθω.»

15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοιἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.

16 Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντεςπαρ᾿ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.

17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἐδέξαντοἡμᾶς οἱ ἀδελφοί.

18 Τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος, σὺν ἡμῖν, πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.

19 Καὶ ἀσπασάμενος αὐτούς, ἐξηγεῖτο καθ᾿ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.

20 Οἱ δὲ ἀκούσαντεςἐδόξαζον τὸν Κύριον,εἰπόντεςαὐτῷ· «Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίωντῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν·

21 κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέοςτοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσινπεριπατεῖν.

22 Τί οὖν ἐστιν; Πάντως δεῖ πλῆθος συνελθεῖν·ἀκούσονται γὰρὅτι ἐλήλυθας.

23 Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾿ ἑαυτῶν.

24 Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησονἐπ᾿ αὐτοῖς ἵνα ξυρήσωνταιτὴν κεφαλήν, καὶ γνῶσινπάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν· ἀλλὰ στοιχεῖς καὶ αὐτὸς τὸν νόμον φυλάσσων.

25 Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτούς, εἰ μὴφυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ τὸαἷμα καὶ πνικτὸν καὶ πορνείαν.»

26 Τότε ὁ Παῦλος παραλαβὼντοὺς ἄνδρας, τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλωντὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.

27 Ὡς δὲ ἤμελλοναἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ, συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ἐπ᾿ αὐτὸν τὰς χεῖρας,

28 κράζοντες· «Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦδιδάσκων. Ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεντὸν ἅγιον τόπον τοῦτον.»

29 (Ἦσαν γὰρ ἑωρακότεςΤρόφιμοντὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.)

30 Ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.

31 Ζητούντων δὲαὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείραςὅτι ὅλη συγκέχυταιἹερουσαλήμ·

32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους,κατέδραμεν ἐπ᾿ αὐτούς· οἱ δέ, ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.

33 Ἐγγίσας δὲὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν, καὶ ἐπυνθάνετο τίς ἂνεἴη καὶ τί ἐστιν πεποιηκώς.

34 Ἄλλοι δὲ ἄλλο τι ἐβόωνἐν τῷ ὄχλῳ· μὴ δυνάμενος δὲγνῶναι τὸ ἀσφαλές, διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.

35 Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν, διὰ τὴν βίαν τοῦ ὄχλου.

36 Ἠκολούθειγὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον,«Αἶρε αὐτόν.»

37 Μέλλων δὲεἰς τὴν παρεμβολὴν εἰσάγεσθαι,ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, «Εἰ ἔξεστίν μοι εἰπεῖνπρός σε;» Ὁ δὲ ἔφη· «Ἑλληνιστὶ γινώσκεις;

38 Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν Σικαρίων;»

39 Εἶπεν δὲ ὁ Παῦλος, «Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμουπόλεως πολίτης· δέομαι δέσου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.»

40 Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ· πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνειτῇ Ἑβραΐδι διαλέκτῳ λέγων·

Ler em outra tradução

Comparar lado a lado