Atos 2

GRC_F35

1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες,ὁμοθυμαδὸνἐπὶ τὸ αὐτό.

2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.

3 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέν τεἐφ᾿ ἕνα ἕκαστον αὐτῶν.

4 Καὶ ἐπλήσθησαν ἅπαντεςΠνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.

5 Ἦσαν δὲ ἐνἹερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.

6 Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.

7 Ἐξίσταντο δὲκαὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους·«Οὐκ,ἰδού, πάντεςοὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;

8 Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;

9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται· καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,

10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύηςτῆς κατὰ Κυρήνην· καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι—Ἰουδαῖοί τε καὶ προσήλυτοι—

11 Κρῆτες καὶ Ἄραβες· ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.»

12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, «Τί ἂνθέλοιτοῦτο εἶναι;»

13 Ἕτεροι δὲ διαχλευάζοντες,ἔλεγον ὅτι «Γλεύκους μεμεστωμένοιεἰσίν.»

14 Σταθεὶς δὲΠέτρος, σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐπεφθέγξατοαὐτοῖς· «Ἄνδρες—Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες—τοῦτο ὑμῖν γνωστὸν ἔστω· καί, ἐνωτίσασθε τὰ ῥήματά μου.

15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν (ἔστιν γὰρ ὥρα τρίτῃ τῆς ἡμέρας),

16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·

17 ‹Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρεςὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνιαἐνυπνιασθήσονται.

18 Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν.

19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ.

20 Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢἐλθεῖν τὴνἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.

21 Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηταιτὸ ὄνομα Κυρίου σωθήσεται.›

22 »Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένονεἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶαὐτοὶ οἴδατε,

23 τοῦτον—τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον—λαβόντεςδιὰ χειρῶνἀνόμων, προσπήξαντες, ἀνείλετε·

24 ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ.

25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· ‹Προωρώμηντὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.

26 Διὰ τοῦτο εὐφράνθηἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι,

27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου,οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.

28 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.›

29 »Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.

30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα, ἀναστήσειν τὸν Χριστὸνκαθίσαι ἐπὶ τοῦ Θρόνουαὐτοῦ,

31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι ‹Οὐκατελείφθη ἡ ψυχὴ αὐτοῦεἰς ᾍδου,οὐδὲἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.›

32 »Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.

33 Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματοςλαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεεν τοῦτο ὃ νῦνὑμεῖςβλέπετε καὶ ἀκούετε.

34 Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· ‹Εἶπεν ὁΚύριος τῷ Κυρίῳ μου· «Κάθου ἐκ δεξιῶν μου

35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» ›

36 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶΚύριον καὶ Χριστὸν αὐτὸνὁ Θεὸς ἐποίησεν,τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.»

37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ,εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, «Τί ποιήσομεν,ἄνδρες ἀδελφοί;»

38 Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς· «Μετανοήσατεκαὶ βαπτισθήτω, ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν,καὶ λήψεσθετὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος.

39 Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακράν—ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.»

40 Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατοκαὶ παρεκάλειλέγων, «Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.»

41 Οἱ μὲν οὖν ἀσμένωςἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαντῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.

42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶτῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.

43 Ἐγένετοδὲ πάσῃ ψυχῇ φόβος—πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.

44 Πάντες δὲ οἱ πιστεύοντεςἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά·

45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν.

46 Καθ᾿ ἡμέραντε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾿ οἶκον ἄρτον· μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,

47 αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθειτοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.

Ler em outra tradução

Comparar lado a lado