1 Ἐπὶ τὸ αὐτὸ δὲ Πέτροςκαὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς (τὴν ἐνάτην).
2 Καί τις ἀνήρ, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ἐβαστάζετο (ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ, τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν),
3 ὅς, ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην.
4 Ἀτενίσας δὲ Πέτρος εἰς αὐτόν, σὺν τῷ Ἰωάννῃ, εἶπεν, «Βλέψον εἰς ἡμᾶς.»
5 Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν.
6 Εἶπεν δὲ Πέτρος· «Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶπεριπάτει.»
7 Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν·παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσειςκαὶ τὰ σφυρά.
8 Καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
9 Καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸςπεριπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
10 ἐπεγίνωσκόν τεαὐτὸν—ὅτι οὗτοςἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ—καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦτὸν Πέτρον καὶἸωάννην, συνέδραμεν πρὸς αὐτοὺς πᾶς ὁ λαὸςἐπὶ τῇ στοᾷ, τῇ καλουμένῃ Σολομῶντος,ἔκθαμβοι.
12 Ἰδὼν δὲΠέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· «Ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ,ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν;
13 Ὁ Θεὸς ἉβραὰμκαὶἸσαὰκ καὶἸακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν Παῖδα αὐτοῦ Ἰησοῦν, ὃν ὑμεῖς μὲνπαρεδώκατε· καὶ ἠρνήσασθε αὐτὸνκατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν.
14 Ὑμεῖς δὲ τὸν Ἅγιον καὶ Δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 τὸν δὲ Ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ. Καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 »Καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν.
18 Ὁ δὲ Θεὸς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ, παθεῖν τὸν Χριστόν,ἐπλήρωσεν οὕτως.
19 Μετανοήσατε οὖν, καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναιὑμῶν τὰς ἁμαρτίας, ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦΚυρίου
20 καὶ ἀποστείλῃ τὸν προκεχειρισμένονὑμῖν Χριστόν, Ἰησοῦν,
21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος πάντων τῶνἁγίων αὐτοῦ προφητῶν ἀπ᾿ αἰῶνος.
22 »Μωϋσῆςμὲν γὰρ πρὸς τοὺς πατέρας εἶπενὅτι ‹Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶνἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε,κατὰ πάντα ὅσα ἂν λαλήσῃπρὸς ὑμᾶς.
23 Ἔσται δέ, πᾶσα ψυχὴ ἥτις ἂνμὴ ἀκούσῃ τοῦ Προφήτου ἐκείνου ἐξολοθρευθήσεταιἐκ τοῦ λαοῦ.›
24 »Καὶ πάντες δὲ οἱ προφῆται, ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ προκατήγγειλαντὰς ἡμέρας ταύτας.
25 Ὑμεῖς ἐστευἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν,λέγων πρὸς Ἁβραάμ, ‹Καὶ ἐντῷ σπέρματί σου ἐνευλογηθήσονταιπᾶσαι αἱ πατριαὶ τῆς γῆς.›
26 Ὑμῖν πρῶτον ὁ Θεός, ἀναστήσαςτὸν Παῖδα αὐτοῦ Ἰησοῦν,ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.»