1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
2 ἄχρι ἧς ἡμέρας, ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο, ἀνελήφθη·
3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν, ἐν πολλοῖς τεκμηρίοις, δι᾿ ἡμερῶν τεσσαράκονταὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
4 Καὶ συναλιζόμενοςπαρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρός, «ἣν ἠκούσατέ μου·
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν ΠνεύματιἉγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.»
6 Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτωναὐτὸν λέγοντες, «Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;»
7 Εἶπεν δὲ πρὸς αὐτούς· «Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
8 Ἀλλὰ λήψεσθεδύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ᾿ ὑμᾶς· καὶ ἔσεσθέ μοιμάρτυρες—ἔν τε Ἱερουσαλήμ, καὶπάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς.»
9 Καὶ ταῦτα εἰπών, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
10 Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ,
11 οἳ καὶ εἶπον·«Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντεςεἰς τὸν οὐρανόν; ΟὗτοςἸησοῦς ὁ ἀναληφθεὶςἀφ᾿ ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.»
12 Τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ (σαββάτου ἔχονὁδόν).
13 Καὶ ὅτε εἰσῆλθον ἀνέβησαν εἰς τὸ ὑπερῷονοὗ ἦσαν καταμένοντες· ὅ τε Πέτρος καὶ Ἰάκωβος, Ἰωάννηςκαὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος,Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.
14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει,σὺν γυναιξίν, καὶ Μαρίᾳτῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺντοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶνεἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡςἑκατὸν εἴκοσιν)·
16 «Ἄνδρες ἀδελφοί· ἔδει πληρωθῆναι τὴν Γραφὴν ταύτην,ἣν προεῖπεν τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα, τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν τὸνἸησοῦν,
17 ὅτι κατηριθμημένος ἦν σὺνἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.»
18 (Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκμισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴςγενόμενος ἐλάκισενμέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
19 Καὶ γνωστὸν ἐγένετο πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν ‹Ἀκελδαμᾶ,›τοῦτ᾿ ἔστιν, ‹Χωρίον Αἵματος.›)
20 «Γέγραπται γὰρ ἐν Βίβλῳ Ψαλμῶν· ‹Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ› καί, ‹Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοιἕτερος.›
21 Δεῖ οὖν, τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐνᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος Ἰησοῦς,
22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθηἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖνἕνα τούτων.»
23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν,ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.
24 Καὶ προσευξάμενοι εἶπον· «Σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα
25 λαβεῖν τὸν κλῆροντῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.»
26 Καὶ ἔδωκαν κλήρους αὐτῶν,καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν,καὶ συγκατεψηφίσθημετὰ τῶν ἕνδεκα ἀποστόλων.