1 Κατ᾿ ἐκεῖνον δὲ τὸν καιρόν, ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2 Ἀνεῖλεν δὲ Ἰάκωβον, τὸν ἀδελφὸν Ἰωάννου, μαχαίρᾳ.
3 Καὶ ἰδὼνὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν δὲ αἱἡμέραι τῶν ἀζύμων)
4 —ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ, προσευχὴ δὲ ἦν ἐκτενὴςγινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲραὐτοῦ.
6 Ὅτε δὲ ἔμελλενπροάγειν αὐτὸνὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 Καὶ ἰδού, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, «Ἀνάστα ἐν τάχει,» καὶ ἐξέπεσοναὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 Εἶπέν τεὁ ἄγγελος πρὸς αὐτόν, «Περίζωσαικαὶ ὑπόδησαι τὰ σανδάλιά σου.» Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, «Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.»
9 Καὶ ἐξελθὼν ἠκολούθειαὐτῷ,καὶ οὐκ ᾔδειὅτι ἀληθές ἐστιν τὸ γινόμενονδιὰτοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν.
10 Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθονἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτηἠνοίχθηαὐτοῖς· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾿ αὐτοῦ.
11 Καὶ ὁ Πέτρος, γενόμενος ἐν ἑαυτῷ,εἶπεν, «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλενΚύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετόμε ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆςπροσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.»
12 Συνιδών τεἦλθεν ἐπὶ τὴν οἰκίανΜαρίας, τῆς μητρὸς Ἰωάννου (τοῦ ἐπικαλουμένου Μάρκου), οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοικαὶ προσευχόμενοι.
13 Κρούσαντος δὲ τοῦ Πέτρουτὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη.
14 Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 Οἱ δὲ πρὸς αὐτὴν εἶπον,«Μαίνῃ.» Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. Οἱ δὲἔλεγον, «Ὁ ἄγγελος αὐτοῦ ἐστιν.»
16 Ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδοναὐτὸν καὶ ἐξέστησαν.
17 Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο αὐτοῖςπῶς ὁ Κύριος αὐτὸν ἐξήγαγενἐκ τῆς φυλακῆς. Εἶπεν δέ,«Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα.» Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 Ἡρῴδης δέ,ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴνΚαισάρειαν διέτριβεν.
20 Ἦν δὲ ὁ Ἡρῴδηςθυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τεπαρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης, ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καὶκαθίσαςἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς.
22 Ὁ δὲ δῆμος ἐπεφώνει,«Θεοῦ φωνὴκαὶ οὐκ ἀνθρώπου.»
23 Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου, ἀνθ᾿ ὧν οὐκ ἔδωκενδόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος,ἐξέψυξεν.
24 Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν εἰς Ἀντιόχειαν,πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶἸωάννην, τὸν ἐπικληθέντα Μᾶρκον.