1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ.
2 Καὶ ὅτεἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα,διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς,
3 λέγοντες ὅτι «Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγεςαὐτοῖς.»
4 Ἀρξάμενος δὲ ὁΠέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων·
5 «Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα· καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην, ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχριςἐμοῦ·
6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς—καὶ τὰ θηρία καὶ τὰ ἑρπετά—καὶ τὰ πετεινὰτοῦ οὐρανοῦ.
7 Ἤκουσα δὲφωνῆς λεγούσης μοι, ‹Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.›
8 Εἶπον δέ· ‹Μηδαμῶς, Κύριε· ὅτι πᾶνκοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.›
9 Ἀπεκρίθη δέ μοιἐκ δευτέρου φωνὴἐκ τοῦ οὐρανοῦ, ‹Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.›
10 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθηἅπαντα εἰς τὸν οὐρανόν.
11 Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην,ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
12 Εἶπεν δέ μοι τὸ Πνεῦμασυνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον.Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
13 Ἀπήγγειλέν δὲἡμῖν πῶς εἶδεν τὸνἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ,‹Ἀπόστειλον εἰς Ἰόππηνκαὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον,
14 ὃς λαλήσει ῥήματα πρός σε ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.›
15 Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ.
16 Ἐμνήσθηνδὲ τοῦ ῥήματος τοῦΚυρίου, ὡς ἔλεγεν ὅτι‹Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθεἐν Πνεύματι Ἁγίῳ.›
17 Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν,ἐγὼτίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;»
18 Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξαζοντὸν Θεόν, λέγοντες, «Ἄραγεκαὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.»
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
20 Ἦσαν δέ τινες ἐξ αὐτῶν, ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντεςεἰς Ἀντιόχειαν ἐλάλουνπρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν.
21 Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν,πολύς τε ἀριθμὸςπιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆςἐν Ἱεροσολύμοιςπερὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖνἕως Ἀντιοχείας·
23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριντοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ
24 (ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως). Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
25 Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ὁ Βαρνάβαςἀναζητῆσαι Σαῦλον,
26 καὶ εὑρὼνἤγαγενεἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺςἐνιαυτὸν ὅλον συναχθῆναιτῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν. Χρηματίσαι τε πρῶτονἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις, κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν.
28 Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανεν διὰ τοῦ Πνεύματος λιμὸν μέγανμέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην (ὅστιςκαὶἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος).
29 Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτότις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς·
30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.