Atos 10

GRC_F35

1 Ἀνὴρ δέ τις ἦνἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείραςτῆς καλουμένης Ἰταλικῆς,

2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τεἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός.

3 Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶὥραν ἐνάτηντῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ, «Κορνήλιε.»

4 Ὁ δέ, ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος, εἶπεν, «Τί ἐστιν, Κύριε;» Εἶπεν δὲ αὐτῷ· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιοντοῦ Θεοῦ.

5 Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδραςκαὶ μετάπεμψαι Σίμωνα,ὃς ἐπικαλεῖται Πέτρος·

6 οὗτος ξενίζεται παρά τινι Σίμωνι, βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.»

7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁλαλῶν τῷ Κορνηλίῳ,φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦκαὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,

8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπανταἀπέστειλεν αὐτοὺς εἰς τὴνἸόππην.

9 Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.

10 Ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων,ἐπέπεσενἐπ᾿ αὐτὸν ἔκστασις,

11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸνσκεῦός τι ὡς ὀθόνην μεγάλην—τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενονἐπὶ τῆς γῆς—

12 ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα τῆς γῆς (καὶ τὰ θηρία καὶ τὰ ἑρπετά) καὶ τὰ πετεινὰτοῦ οὐρανοῦ.

13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, «Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.»

14 Ὁ δὲ Πέτρος εἶπεν· «Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢἀκάθαρτον.»

15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, «Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου.»

16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς,καὶ πάλινἀνελήφθητὸ σκεῦος εἰς τὸν οὐρανόν.

17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδεν, καὶἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸτοῦ Κορνηλίου, διερωτήσαντεςτὴν οἰκίανΣίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,

18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁἐπικαλούμενοςΠέτρος, ἐνθάδε ξενίζεται.

19 Τοῦ δὲ Πέτρου διενθυμουμένουπερὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα·«Ἰδού, ἄνδρεςζητοῦσίνσε·

20 ἀλλὰἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότιἐγὼ ἀπέσταλκα αὐτούς.»

21 Καταβὰς δὲΠέτρος πρὸς τοὺς ἄνδρας,εἶπεν·«Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε. Τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε;»

22 Οἱ δὲ εἶπον·«Κορνήλιος, ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλουτοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλουμεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.»

23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν. On to Caesarea Τῇ δὲ ἐπαύριονὁ Πέτροςἐξῆλθεν σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸἸόππης συνῆλθον αὐτῷ·

24 καὶ τῇἐπαύριον εἰσῆλθονεἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.

25 Ὡς δὲ ἐγένετο τοῦεἰσελθεῖν τὸν Πέτρον,συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.

26 Ὁ δὲ Πέτρος ἤγειρεν αὐτόν,λέγων· «Ἀνάστηθι· κἀγὼ αὐτὸςἄνθρωπός εἰμι.»

27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν, καὶ εὑρίσκει συνεληλυθότας πολλούς.

28 Ἔφη τε πρὸς αὐτούς· «Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόνἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶὁ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον.

29 Διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέμε;»

30 Καὶ ὁ Κορνήλιος ἔφη· «Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων· καὶ τὴνἐνάτηνὥρανπροσευχόμενος ἐν τῷ οἴκῳ μου, καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ

31 καί φησιν· ‹Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.

32 Πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος. Οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος, βυρσέως, παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.›

33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν, πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.»

34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμαεἶπεν· «Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήπτηςὁ Θεός,

35 ἀλλ᾿ ἐν παντὶ ἔθνειὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.

36 Τὸν λόγον ὃνἀπέστειλεν τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ—οὗτός ἐστιν πάντων Κύριος—

37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενονἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης·

38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ,ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ

39 —καὶ ἡμεῖς ἐσμενμάρτυρες πάντων ὧν ἐποίησεν, ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐνἹερουσαλήμ—ὃν καὶἀνεῖλον,κρεμάσαντες ἐπὶ ξύλου.

40 Τοῦτον ὁ Θεὸς ἤγειρεντῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,

41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν.

42 Καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτόςἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν.

43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.»

44 Ἔτιλαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθοντῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·

46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁΠέτρος·

47 «Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τιςτοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡςκαὶ ἡμεῖς;»

48 Προσέταξέν τεαὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ.Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

Ler em outra tradução

Comparar lado a lado