Atos 13

GRC_F35

1 Ἦσαν δέ τινεςἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι· ὅ τε Βαρνάβας καὶ Συμεὼν (ὁ καλούμενοςΝίγερ) καὶ Λούκιος ὁ Κυρηναῖος,Μαναήν τε (Ἡρῴδου τοῦ τετράρχουσύντροφος) καὶ Σαῦλος.

2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπεν τὸ Πνεῦμα τὸ Ἅγιον, «Ἀφορίσατεδή μοι τὸνΒαρνάβαν καὶ τὸνΣαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.»

3 Τότε, νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς,ἀπέλυσαν.

4 Οὗτοιμέν,ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου,κατῆλθον εἰς τὴνΣελεύκειαν·ἐκεῖθεντεἀπέπλευσαν εἰς τὴνΚύπρον.

5 Καὶ γενόμενοι ἐν Σαλαμῖνι,κατήγγελλοντὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων (εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην).

6 Διελθόντες δὲτὴν νῆσον ἄχρι Πάφου, εὗρόντινα μάγον, ψευδοπροφήτην, Ἰουδαῖον ᾧ ὄνομα Βαρϊησοῦν,

7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ, Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον, ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.

8 Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος (οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ), ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.

9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶἀτενίσας εἰςαὐτὸν

10 εἶπεν· «Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃδιαστρέφων τὰς ὁδοὺςΚυρίου τὰς εὐθείας;

11 Καὶ νῦν ἰδού, χεὶρΚυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ.» Παραχρῆμα δὲἐπέπεσενἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.

12 Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπληττόμενοςἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.

13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸνΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας (Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα).

14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας·καὶ εἰσελθόντεςεἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.

15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ Νόμου καὶ τῶν Προφητῶν, ἀπέστειλαν πρὸς αὐτοὺς οἱ ἀρχισυνάγωγοι,λέγοντες, «Ἄνδρες ἀδελφοί, εἰἔστιν λόγος ἐν ὑμῖνπαρακλήσεως πρὸς τὸν λαόν, λέγετε.»

16 Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρί, εἶπεν· «Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.

17 Ὁ Θεὸς τοῦ λαοῦ τούτουἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳἐν γῇ Αἰγύπτῳ,καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.

18 Καὶ ὡς τεσσαρακονταετῆχρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.

19 Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεναὐτοῖςτὴν γῆν αὐτῶν.

20 Καὶ μετὰ ταῦτα, ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκονταἔδωκεν κριτὰς, ἕως Σαμουὴλ τοῦπροφήτου.

21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαούλ, υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν,ἔτη τεσσαράκοντα.

22 Καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυὶδεἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, ‹Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.›

23 Τούτου ὁ Θεός, ἀπὸ τοῦ σπέρματος, κατ᾿ ἐπαγγελίαν, ἤγαγεντῷ Ἰσραὴλ σωτηρίαν,

24 προκηρύξαντος Ἰωάννου, πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, βάπτισμα μετανοίας τῷἸσραήλ.

25 Ὡς δὲ ἐπλήρου ὁἸωάννης τὸν δρόμον, ἔλεγεν· ‹Τίνα μεὑπονοεῖτε εἶναι;Οὐκ εἰμὶ ἐγώ—ἀλλ᾿ ἰδού, ἔρχεται μετ᾿ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.›

26 »Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἁβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν· ὑμῖνὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.

27 Οἱ γὰρ κατοικοῦντεςἹερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.

28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.

29 Ὡς δὲ ἐτέλεσαν πάντατὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.

30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·

31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινέςεἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

32 »Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα· τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,

33 ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις αὐτῶν, ἡμῖν,ἀναστήσας Ἰησοῦν· ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται·‹Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκάσε.›

34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφεινεἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι ‹Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.›

35 Διὸκαὶ ἐν ἑτέρῳ λέγει, ‹Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν.›

36 Δαυὶδ μὲν γάρ, ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ, ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδεν διαφθοράν·

37 ὃν δὲὁ Θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.

38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·

39 καὶἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐννόμῳ Μωϋσέοςδικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

40 Βλέπετε οὖν μὴ ἐπέλθῃἐφ᾿ ὑμᾶςτὸ εἰρημένον ἐν τοῖς προφήταις·

41 ‹Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατεκαὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαιἐν ταῖς ἡμέραις ὑμῶνᾧοὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.› »

42 Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων,παρεκάλουν τὰ ἔθνηεἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.

43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντεςἔπειθον ἐπιμένειν αὐτοὺςτῇ χάριτι τοῦ Θεοῦ.

44 Τῷ τεἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.

45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους, ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦΠαύλου λεγομένοις,ἀντιλέγοντες καὶβλασφημοῦντες.

46 Παρρησιασάμενοι δὲὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον·«Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲἀπωθεῖσθεαὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.

47 Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· ‹Τέθεικάσε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.› »

48 Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον,καὶ ἐδόξαζοντὸν λόγον τοῦ Κυρίου·καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον.

49 Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας.

50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶτὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸνΒαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.

51 Οἱ δὲ ἐκτιναξάμενοιτὸν κονιορτὸντῶν ποδῶν αὐτῶνἐπ᾿ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.

52 Οἱ δὲμαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.

Ler em outra tradução

Comparar lado a lado