1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθεν·καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι.
2 Καὶτὴν πόλιν τὴν ἁγίαν, Ἱερουσαλὴμ Καινήν, εἶδονκαταβαίνουσαν ἀπὸ τοῦ Θεοῦ ἐκ τοῦ οὐρανοῦ,ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς.
3 Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦλεγούσης· «Ἰδού, ἡ σκηνὴ τοῦ Θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν, καὶ αὐτοὶ λαὸςαὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ Θεὸς ἔσται μετ᾿ αὐτῶν.
4 Καὶ ἐξαλείψει πᾶνδάκρυον ἀπὸτῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι, οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος—οὐκ ἔσται ἔτι, ὅτι τὰ πρῶταἀπῆλθον.»
5 Καὶεἶπεν ὁ καθήμενος ἐπὶ τοῦ θρόνου,«Ἰδού, καινὰ ποιῶ πάντα.»Καὶ λέγει μοι,«Γράψον, ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοίεἰσιν.»
6 Καὶ εἶπέν μοι· «Γέγονατὸ Ἄλφακαὶ τὸ Ὦ, Ἀρχὴ καὶ Τέλος.Ἐγὼ τῷ διψῶντι δώσωἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.
7 Ὁ νικῶν κληρονομήσει ταῦτακαὶ ἔσομαι αὐτῷ Θεός, καὶ αὐτὸς ἔσται μοι υἱός.
8 Τοῖς δὲ δειλοῖςκαὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμακοῖςκαὶ εἰδωλολάτραις, καὶ πᾶσιν τοῖς ψευδέσιν, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃπυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος.»
9 Καὶ ἦλθενεἷς ἐκτῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας γεμούσας τῶνἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ λέγων, «Δεῦρο, δείξω σοι τὴν γυναῖκα τὴν νύμφην τοῦ Ἀρνίου.»
10 Καὶ ἀπήνεγκέν με ἐν Πνεύματι ἐπ᾿ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίανἹερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸτοῦ Θεοῦ,
11 ἔχουσαν τὴν δόξαν τοῦ Θεοῦ. Ὁφωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλίζοντι,
12 ἔχουσατεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσαπυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα,καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιντῶν δώδεκα φυλῶν τῶν υἱῶνἸσραήλ·
13 ἀπὸἀνατολῶνπυλῶνες τρεῖς, καὶ ἀπὸ βορρᾶπυλῶνες τρεῖς, καὶ ἀπὸ νότουπυλῶνες τρεῖς, καὶ ἀπὸ δυσμῶνπυλῶνες τρεῖς.
14 Καὶ τὸ τεῖχος τῆς πόλεως ἔχονθεμελίους δώδεκα, καὶ ἐπ᾿ αὐτῶνδώδεκαὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἀρνίου.
15 Καὶ ὁ λαλῶν μετ᾿ ἐμοῦ εἶχεν μέτρον,κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς.
16 Καὶ ἡ πόλις τετράγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσοντὸ πλάτος. Καὶ ἐμέτρησεν τὴν πόλιντῷ καλάμῳ ἐπὶ σταδίουςδώδεκαχιλιάδων δώδεκα.Τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν.
17 Καὶ ἐμέτρησεντὸ τεῖχος αὐτῆς, ἑκατὸν τεσσαράκοντα τεσσάρωνπηχῶν, μέτρον ἀνθρώπου (ὅ ἐστιν ἀγγέλου).
18 Καὶ ἦνἡ ἐνδόμησιςτοῦ τείχους αὐτῆς ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὅμοιονὑέλῳκαθαρῷ·
19 καὶοἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφειρος,ὁ τρίτος χαλκηδών,ὁ τέταρτος σμάραγδος,
20 ὁ πέμπτος σαρδώνυξ,ὁ ἕκτος σάρδιος,ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βήρυλλος, ὁ ἔνατοςτοπάζιον, ὁ δέκατος χρυσόπρασος,ὁ ἑνδέκατος ὑάκινθος,ὁ δωδέκατος ἀμέθυσος.
21 Καὶ οἱ δώδεκα πυλῶνες δώδεκα μαργαρῖται—ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου. Καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρόν, ὡς ὕελοςδιαυγής.
22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ ναὸς αὐτῆς ἐστιν, καὶ τὸ Ἀρνίον.
23 Καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν ἐναὐτῇ, ἡ γὰρ δόξατοῦ Θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ Ἀρνίον.
24 Καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς,καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν.
25 Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας (νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ).
26 Καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
27 Καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸνκαὶ ποιοῦνβδέλυγμα καὶ ψεῦδος, εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ Βιβλίῳ τῆς Ζωῆς τοῦ Ἀρνίου.