Apocalipse 22

GRC_F35

1 Καὶ ἔδειξέν μοι ποταμὸν καθαρὸνὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλον,ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου,

2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς· καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐντεῦθενξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοὺςτὸν καρπὸν αὐτοῦ. Καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.

3 Καὶ πᾶν κατάθεμαοὐκ ἔσται ἐκεῖ,καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ Ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιναὐτῷ.

4 Καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.

5 Καὶ νὺξ οὐκ ἔσται ἐκεῖκαὶ χρείαν οὐκ ἔχουσινλύχνου καὶ φωτὸς ἡλίου,ὅτι Κύριος ὁ Θεὸς φωτιεῖαὐτούς. Καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

6 Καὶ λέγειμοι· «Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί. ΚαὶΚύριος ὁ Θεὸς τῶν πνευμάτων τῶνπροφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦἃ δεῖ γενέσθαι ἐν τάχει.

7 Ἰδού,ἔρχομαι ταχύ. Μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.»

8 ΚἀγὼἸωάννης, ὁ ἀκούων καὶ βλέπων ταῦτα,καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα,ἔπεσονπροσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύντοςμοι ταῦτα.

9 Καὶ λέγει μοι· «Ὅρα μή· σύνδουλός σούεἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, τῶντηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου. Τῷ Θεῷ προσκύνησον.»

10 Καὶ λέγει μοι· «Μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου, ὅτι ὁ καιρὸςἐγγύς ἐστιν.

11 Ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι,καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτωἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.»

12 «Ἰδού,ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾿ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.

13 Ἐγὼτὸ Ἄλφακαὶ τὸ Ὦ, Ἀρχὴ καὶ Τέλος, ὁ Πρῶτος καὶ ὁ Ἔσχατος.»

14 (Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ,ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.

15 Ἔξωοἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι, καὶ πᾶς φιλῶν καὶ ποιῶνψεῦδος.)

16 «Ἐγὼ Ἰησοῦς, ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ Ῥίζα καὶ τὸ ΓένοςΔαυίδ, ὁἈστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.

17 Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν, ‹Ἔρχου.›Καὶ ὁ ἀκούων εἰπάτω, ‹Ἔρχου.› Καὶ ὁ διψῶν ἐρχέσθω.Ὁ θέλων, λαβέτωὕδωρ ζωῆς δωρεάν.

18 »Μαρτυρῶ ἐγὼπαντὶἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· Ἐάν τις ἐπιθῇ ἐπ᾿ αὐτά,ἐπιθήσαιἐπ᾿ αὐτὸν ὁ Θεὸςτὰς ἑπτὰπληγὰς τὰς γεγραμμένας ἐν τῷβιβλίῳ τούτῳ·

19 καὶ ἐάν τις ἀφέλῃἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης,ἀφέλοιὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλουτῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας,τῶν γεγραμμένων ἐν τῷβιβλίῳ τούτῳ.»

20 Λέγει ὁ μαρτυρῶν ταῦτα, «Ναί, ἔρχομαι ταχύ.» Ἀμήν. Ναί,ἔρχου, Κύριε Ἰησοῦ.

21 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦμετὰ πάντων τῶν ἁγίων.Ἀμήν.,

Ler em outra tradução

Comparar lado a lado