Apocalipse 20

GRC_F35

1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα τὴν κλεῖντῆς Ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ.

2 Καὶ ἐκράτησεν τὸν δράκοντα, τὸν ὄφιν τὸν ἀρχαῖον,ὅς ἐστινδιάβολος καὶ ὁΣατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην,καὶ ἔδησεν αὐτὸν χίλια ἔτη·

3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν Ἄβυσσον καὶ ἔκλεισενκαὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ ἵνα μὴ πλανᾷἔτι τὰ ἔθνηἄχρι τελεσθῇ τὰ χίλια ἔτη. Καὶμετὰ ταῦτα δεῖ αὐτὸν λυθῆναιμικρὸν χρόνον.

4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾿ αὐτούς, καὶ κρῖμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν τῷ Θηρίῳοὔτετῇ εἰκόνιαὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον αὐτῶνκαὶ ἐπὶ τὴν χεῖρα αὐτῶν. Καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦΧριστοῦ χίλιαἔτη.

5 (Καὶ οἱ λοιποὶ τῶν νεκρῶν οὐκ ἔζησαν ἄχρι τελεσθῇ τὰ χίλια ἔτη.)Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.

6 Μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατοςοὐκ ἔχει ἐξουσίαν, ἀλλ᾿ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, καὶ βασιλεύσουσιν μετ᾿ αὐτοῦχίλιαἔτη.

7 Καὶ ὅταν τελεσθῇτὰ χίλια ἔτη λυθήσεται ὁ Σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ,

8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ τὸνΜαγώγ, συναγαγεῖναὐτοὺς εἰς τὸνπόλεμον, ὧν ὁ ἀριθμὸςὡς ἡἄμμος τῆς θαλάσσης.

9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ ἐκύκλευσαντὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦκαὶ κατέφαγεν αὐτούς.

10 Καὶ ὁ Διάβολος, ὁ πλανῶν αὐτούς, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶθείου, ὅπου καὶτὸ Θηρίον καὶ ὁ Ψευδοπροφήτης. Καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

11 Καὶ εἶδον θρόνον μέγαν λευκὸνκαὶ τὸν καθήμενον ἐπ᾿ αὐτόν,οὗ ἀπὸπροσώπου ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ.Καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.

12 Καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶταςἐνώπιον τοῦ θρόνου,καὶ βιβλία ἀνεῴχθησαν.Καὶ ἄλλο Βιβλίον ἀνεῴχθη,ὅ ἐστιν τῆς Ζωῆς. Καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις, κατὰ τὰ ἔργα αὐτῶν.

13 Καὶ ἔδωκεν ἡ θάλασσα τοὺς ἐν αὐτῇ νεκρούς,καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἔδωκαν τοὺς ἐν αὐτοῖς νεκρούς.Καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν.

14 Καὶ ὁ Θάνατος καὶ ὁ ᾍδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός. Οὗτός ἐστιν ὁ θάνατος ὁ δεύτερος,ἡ λίμνη τοῦ πυρός.

15 Καὶ εἴ τις οὐχ εὑρέθη ἐν τῇ Βίβλῳτῆς Ζωῆς γεγραμμένος ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός.

Ler em outra tradução

Comparar lado a lado