Apocalipse 19

GRC_F35

1 Καὶμετὰ ταῦτα ἤκουσα ὡςφωνὴν ὄχλου πολλοῦ, μεγάλην,ἐν τῷ οὐρανῷ λεγόντων·«Ἀλληλούϊα· ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ δόξατοῦ Θεοῦἡμῶν·

2 ὅτι ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις αὐτοῦ, ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις διέφθειρεντὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς· καὶ ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκχειρὸς αὐτῆς.»

3 Καὶ δεύτερον εἴρηκεν·«Ἀλληλούϊα· καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.»

4 Καὶ ἔπεσανοἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες,καὶ τὰ τέσσαρα ζῷα καὶ προσεκύνησαν τῷ Θεῷ τῷ καθημένῳ ἐπὶ τοῦ θρόνουλέγοντες· «Ἀμήν· Ἀλληλούϊα.»

5 Καὶ φωνὴ ἐκτοῦ θρόνου ἐξῆλθεν, λέγουσα, «Αἰνεῖτε τὸν Θεὸνἡμῶν, πάντες οἱ δοῦλοι αὐτοῦ καὶοἱ φοβούμενοι αὐτόν,οἱ μικροὶ καὶ οἱ μεγάλοι.»

6 Καὶ ἤκουσα ὡςφωνὴν ὄχλου πολλοῦ καὶ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν λέγοντας·«Ἀλληλούϊα· ὅτι ἐβασίλευσεν Κύριος ὁ Θεὸς ἡμῶν,ὁ Παντοκράτωρ.

7 Χαίρωμεν καὶ ἀγαλλιώμεθακαὶ δῶμεντὴν δόξαν αὐτῷ,ὅτι ἦλθεν ὁ γάμος τοῦ Ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν.»

8 Καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶ καθαρόν,τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.

9 Καὶ λέγει μοι, «Γράψον· ‹Μακάριοι οἱ εἰς τὸδεῖπνον τοῦ γάμου τοῦ Ἀρνίου κεκλημένοι.› » Καὶ λέγει μοι, «Οὗτοι οἱ λόγοι ἀληθινοί εἰσιν τοῦ Θεοῦ.»

10 Καὶ ἔπεσονἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. Καὶ λέγει μοι· «Ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίανἸησοῦ. Τῷ Θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία τοῦἸησοῦ ἐστιν τὸ πνεῦμα τῆς προφητείας.»

11 Καὶ εἶδον τὸν οὐρανὸν ἀνεῳγμένον,καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτόν, καλούμενος Πιστὸς καὶ Ἀληθινός,καὶ ἐν δικαιοσύνῃ κρίνει καὶ πολεμεῖ.

12 Οἱ δὲ ὀφθαλμοὶ αὐτοῦφλὸξ πυρός, καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὀνόματα γεγραμμένα, καὶὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός·

13 καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένοναἵματι, καὶ καλεῖταιτὸ ὄνομα αὐτοῦ, Ὁ Λόγος τοῦ Θεοῦ.

14 Καὶ τὰ στρατεύματα τὰἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐπὶ ἵπποις λευκοῖς,ἐνδεδυμένοι βύσσινον λευκὸνκαθαρόν.

15 Καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία δίστομοςὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃτὰ ἔθνη. Καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆςὀργῆς τοῦ Θεοῦ, τοῦ Παντοκράτορος.

16 Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦὄνομα γεγραμμένον· ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.

17 Καὶ εἶδον ἕναἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ· καὶ ἔκραξεν φωνῇμεγάλῃ, λέγων πᾶσιν τοῖς ὀρνέοις τοῖς πετομένοιςἐν μεσουρανήματι, «Δεῦτε, συνάχθητεεἰς τὸδεῖπνον τὸ μέγα τοῦΘεοῦ,

18 ἵνα φάγητε σάρκας βασιλέων καὶ σάρκας χιλιάρχων καὶ σάρκας ἰσχυρῶν καὶ σάρκας ἵππων καὶ τῶν καθημένων ἐπ᾿ αὐτῶν, καὶ σάρκας πάντων, ἐλευθέρων τεκαὶ δούλων καὶ μικρῶν τεκαὶ μεγάλων.»

19 Καὶ εἶδον τὸ Θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τὰ στρατεύματα αὐτῶν συνηγμένα ποιῆσαι πόλεμονμετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.

20 Καὶ ἐπιάσθη τὸ Θηρίον, καὶ μετ᾿ αὐτοῦ ὁΨευδοπροφήτης, ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ (ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ Θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ). Ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τὴν καιομένηνἐνθείῳ.

21 Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου, τῇ ἐξελθούσῃἐκ τοῦ στόματος αὐτοῦ. Καὶ πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν αὐτῶν.

Ler em outra tradução

Comparar lado a lado