1 Καὶμετὰ ταῦτα εἶδον ἄλλον ἄγγελονκαταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2 Καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇλέγων· «Ἔπεσεν, ἔπεσεν,Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων,καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου, καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου.
3 Ὅτι ἐκ τοῦ θυμοῦ τοῦ οἴνουτῆς πορνείας αὐτῆς πέπωκενπάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ᾿ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.»
4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· «Ἐξέλθετεἐξ αὐτῆς, ὁ λαός μου,ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
5 ὅτι ἐκολλήθησαναὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν αὐτῆςὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν,καὶ διπλώσατε αὐτῇ διπλᾶκατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳᾧ ἐκέρασεν, κεράσατε αὐτῇ διπλοῦν.
7 Ὅσα ἐδόξασεν ἑαυτὴνκαὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμόν·ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι‹Κάθημαιβασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω.›
8 Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς—θάνατος καὶπένθος καὶ λιμός—καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς Κύριος ὁ Θεὸς ὁ κρίναςαὐτήν.
9 »Καὶ κλαύσουσινκαὶ κόψονται ἐπ᾿ αὐτὴνοἱ βασιλεῖς τῆς γῆς οἱ μετ᾿ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες· ‹Οὐαί, οὐαί,ἡ πόλις ἡ μεγάλη Βαβυλών, ἡ πόλις ἡ ἰσχυρά, ὅτι μιᾷ ὥρᾳἦλθεν ἡ κρίσις σου.›
11 »Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσινἐπ᾿ αὐτῇ,ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι·
12 γόμον χρυσοῦ καὶ ἀργύρου, καὶ λίθου τιμίου καὶ μαργαρίτου,καὶ βύσσουκαὶ πορφυροῦκαὶ σηρικοῦ καὶ κοκκίνου,καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 καὶ κινάμωμονκαὶθυμιάματα καὶ μύρον καὶ λίβανον, καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλινκαὶ σῖτον, καὶ κτήνη καὶ πρόβατακαὶ ἵππων καὶ ῥαιδῶν,καὶ σωμάτων καὶ ψυχὰς ἀνθρώπων.»
14 (‹Καί, ἡ ὀπώρα τῆς ἐπιθυμίας τῆς ψυχῆς σουἀπῆλθενἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλοντοἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ εὑρήσεις αὐτά.›)
15 «Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ᾿ αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς,κλαίοντες καὶ πενθοῦντες
16 καὶ λέγοντες·‹Οὐαί, οὐαί,ἡ πόλις ἡ μεγάλη, ἡ περιβεβλημένη βύσσινονκαὶ πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη ἐν χρυσῷκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις·
17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.› »Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τῶν πλοίων πλέων—καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται—ἀπὸ μακρόθεν ἔστησαν
18 καὶ ἔκραζον, βλέποντεςτὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, ‹Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;›
19 Καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον, κλαίοντες καὶ πενθοῦντες καὶλέγοντες· ‹Οὐαί, οὐαί, ἡ πόλις ἡ μεγάλη, ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰπλοῖα ἐν τῇ θαλάσσῃ, ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.›
20 »Εὐφραίνου ἐπ᾿ αὐτῇ,Οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱἀπόστολοι καὶ οἱ προφῆται, ὅτι ἔκρινεν ὁ Θεὸς τὸ κρῖμα ὑμῶν ἐξ αὐτῆς.»
21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλονμέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων·«Ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 Καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. Καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι. Καὶ φωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι.
23 Καὶ φῶς λύχνου οὐ μὴ φανῇ ἐν σοὶ ἔτι.Καὶ φωνὴ νυμφίου καὶ νύμφης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι. Ὅτιοἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ φαρμακείᾳσου ἐπλανήθησαν πάντα τὰ ἔθνη.»
24 Καὶ ἐν αὐτῇ αἵματαπροφητῶν καὶ ἁγίων εὑρέθη, καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.