1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ λέγων,«Δεῦρο, δείξω σοι τὸ κρῖμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν,
2 μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.»
3 Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐνπνεύματι. Καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίονκόκκινον γέμον ὀνομάτωνβλασφημίας, ἔχονκεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4 Καὶ ἡ γυνὴ ἦνπεριβεβλημένη πορφύρανκαὶ κόκκινον,κεχρυσωμένηχρυσῷκαὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα χρυσοῦν ποτήριονἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς.
5 Καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον· ΜΥΣΤΗΡΙΟΝ, ΒΑΒΥΛΩΝ Ἡ ΜΕΓΑΛΗ, Ἡ ΜΗΤΗΡ ΤΩΝ ΠΟΡΝΩΝ ΚΑΙ ΤΩΝ ΒΔΕΛΥΓΜΑΤΩΝ ΤΗΣ ΓΗΣ.
6 Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκτοῦ αἵματος τῶν ἁγίων, καὶἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα.
7 Καὶ εἶπέν μοι ὁ ἄγγελος· «Διὰ τί ἐθαύμασας; Ἐγὼ σοι ἐρῶτὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ Θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
8 ΤὸΘηρίον ὃ εἶδες ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς Ἀβύσσου καὶ εἰς ἀπώλειαν ὑπάγειν.Καὶ θαυμάσονταιοἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,ὧν οὐ γέγραπται τὰ ὀνόματαἐπὶ τὸ Βιβλίοντῆς Ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντεςτὸ Θηρίον ὅτι ἦνκαὶ οὐκ ἔστιν καὶ παρέσται.
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν· Αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίνὅπου ἡ γυνὴ κάθηται ἐπ᾿ αὐτῶν.
10 Καὶ βασιλεῖς ἑπτά εἰσιν·οἱ πέντε ἔπεσον,ὁεἷς ἐστιν, ὁ ἄλλος οὔπω ἦλθεν. Καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖμεῖναι.
11 Καὶ τὸ Θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν, καὶ αὐτὸςὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12 Καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾿ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ Θηρίου.
13 Οὗτοι μίαν γνώμην ἔχουσινκαὶ τὴν δύναμιν καὶ τὴνἐξουσίαν αὐτῶντῷ Θηρίῳ διδόασιν.
14 Οὗτοι μετὰ τοῦ Ἀρνίου πολεμήσουσιν, καὶ τὸ Ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶν καὶ Βασιλεὺς βασιλέων· καὶ οἱ μετ᾿ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.»
15 Καὶ λέγει μοι· «Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη καὶ γλῶσσαι.
16 Καὶ τὰ δέκα κέρατα ἃ εἶδες, καὶτὸ Θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην καὶ ἠρημωμένηνποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτὴνκαὶ τὰς σάρκας αὐτῆς φάγονται καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
17 Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι γνώμην μίανκαὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ Θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοιτοῦ Θεοῦ.
18 Καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆςγῆς.»