Apocalipse 16

GRC_F35

1 Καὶ ἤκουσα φωνῆς μεγάληςἐκ τοῦ ναοῦλεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, «Ὑπάγετε,ἐκχέατε τὰςφιάλας τοῦ θυμοῦ τοῦ Θεοῦ εἰς τὴν γῆν.»

2 Καὶ ἀπῆλθεν ὁ πρῶτοςκαὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶτὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν εἰςτοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ Θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.

3 Καὶ ὁ δεύτερος ἄγγελοςἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα, ὡς νεκροῦ· καὶ πᾶσα ψυχὴ ζῶσαἀπέθανεν ἐν τῇ θαλάσσῃ.

4 Καὶ ὁ τρίτος ἄγγελοςἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶτὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα.

5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος· «Δίκαιοςεἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁὍσιος, ὅτι ταῦτα ἔκρινας.

6 Ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ἔδωκαςπιεῖν. Ἄξιοίεἰσιν.»

7 Καὶ ἤκουσατοῦ θυσιαστηρίου λέγοντος· «Ναί, Κύριε ὁ Θεός, ὁ Παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.»

8 Καὶ ὁ τέταρτος ἄγγελοςἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.

9 Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποιτὸ ὄνομα τοῦ Θεοῦ τοῦ ἔχοντος τὴνἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας. Καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.

10 Καὶ ὁ πέμπτος ἄγγελοςἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ Θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασῶντοτὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου.

11 Καὶ ἐβλασφήμησαν τὸν Θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν, καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν· καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.

12 Καὶ ὁ ἕκτος ἄγγελοςἐξέχεεν τὴν φιάλην αὐτοῦἐπὶ τὸν ποταμὸν τὸν μέγανΕὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῶνἡλίου.

13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ Θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ Ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα,ὡς βάτραχοι.

14 Εἰσὶν γὰρ πνεύματα δαιμόνωνποιοῦντα σημεῖα, ἃ ἐκπορεύεταιἐπὶ τοὺς βασιλεῖςτῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸνπόλεμον τῆς ἡμέρας ἐκείνης τῆς μεγάληςτοῦ Θεοῦ τοῦ Παντοκράτορος.

15 («Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.»)

16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἀρμαγεδών.

17 Καὶ ὁ ἕβδομος ἄγγελοςἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰςτὸν ἀέρα, καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἀπὸτοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου,λέγουσα, «Γέγονεν.»

18 Καὶ ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί·καὶ σεισμὸς ἐγένετομέγας, οἷος οὐκ ἐγένετο ἀφ᾿ οὗ οἱ ἄνθρωποι ἐγένοντοἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτως μέγας.

19 Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον.Καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ Θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.

20 Καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.

21 Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους. Καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν Θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆςσφόδρα.

Ler em outra tradução

Comparar lado a lado