1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν· ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ Θεοῦ.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑελίνηνμεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ Θηρίου καὶ ἐκ τῆς εἰκόνοςαὐτοῦ καὶἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑελίνην,ἔχοντας κιθάραςτοῦ Θεοῦ.
3 Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέος,τοῦδούλου τοῦ Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου, λέγοντες· «Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν ἐθνῶν.
4 Τίς οὐ μὴ φοβηθῇ σε,Κύριε, καὶ δοξάσῃτὸ ὄνομά σου; Ὅτι μόνος ἅγιος εἶ·ὅτι πάντα τὰ ἔθνηἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.»
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ.
6 Καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι, οἱἔχοντες τὰς ἑπτὰ πληγάς, ἐκ τοῦ οὐρανοῦ,οἳ ἦσανἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸνκαὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
7 Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8 Καὶ ἐγεμίσθη ὁ ναὸςκαπνοῦ ἐκ τῆς δόξης τοῦ Θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἠδύνατοεἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶνἀγγέλων.