Apocalipse 14

GRC_F35

1 Καὶ εἶδον καὶ ἰδού,Ἀρνίον ἑστηκὸςἐπὶ τὸ Ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦἑκατὸν τεσσαράκοντα τέσσαρεςχιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ, καὶτὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ, γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.

2 Καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡςκιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.

3 Καὶ ᾄδουσινᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶςἐδύνατομαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.

4 Οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν. Οὗτοί εἰσινοἱ ἀκολουθοῦντες τῷ Ἀρνίῳ ὅπου ἂνὑπάγῃ. Οὗτοι ὑπὸ Ἰησοῦἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ Θεῷ καὶ τῷ Ἀρνίῳ.

5 Καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος,,ἄμωμοι γάρεἰσιν.

6 Καὶ εἶδον ἄλλον ἄγγελονπετόμενονἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσασθαιτοὺς καθημένουςἐπὶ τῆς γῆς—καὶ ἐπὶπᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν—

7 λέγωνἐν φωνῇ μεγάλῃ, «Φοβήθητε τὸν Θεὸνκαὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντιτὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴνθάλασσαν καὶ πηγὰς ὑδάτων.»

8 Καὶ ἄλλος ἄγγελος, δεύτερος,ἠκολούθησεν λέγων· «Ἔπεσεν, ἔπεσεν,Βαβυλὼν ἡ μεγάλη,ἐκτοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆςπεπότικεν πάντα τὰ ἔθνη.»

9 Καὶ ἄλλος ἄγγελος, τρίτος,ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ· «Εἴ τις προσκυνεῖ τὸ Θηρίονκαὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνειχάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,

10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ Θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ. Καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλωνκαὶ ἐνώπιον τοῦ Ἀρνίου.»

11 Καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει·καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ Θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

12 Ὧδε ἡὑπομονὴ τῶν ἁγίων ἐστίν, ὧδεοἱ τηροῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὴν πίστιν τοῦ Ἰησοῦ.

13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης μοι,«Γράψον· ‹Μακάριοι οἱ νεκροί, οἱ ἐν Κυρίῳ ἀποθνήσκοντες ἀπ᾿ ἄρτι› (λέγει «Ναὶ»τὸ Πνεῦμα), ‹ἵνα ἀναπαύσωνταιἐκ τῶν κόπων αὐτῶν, τὰ δὲἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν.› »

14 Καὶ εἶδον καὶ ἰδού, νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιοςυἱῷἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

15 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦκράζων ἐν φωνῇ μεγάλῃτῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, «Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθενἡ ὥρα τοῦθερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.»

16 Καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέληντὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ (τοῦ ἐν τῷ οὐρανῷ), ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.

18 Καὶ ἄλλος ἄγγελος ἐξῆλθενἐκ τοῦ θυσιαστηρίου (ἔχωνἐξουσίαν ἐπὶ τοῦ πυρός), καὶ ἐφώνησεν κραυγῇμεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, «Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.»

19 Καὶ ἔβαλενὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ, τὸν μέγαν.

20 Καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεντῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

Ler em outra tradução

Comparar lado a lado