1 Καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ. Καὶ εἱστήκει ὁ ἄγγελος λέγων·«Ἔγειραικαὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσκυνοῦντας ἐν αὐτῷ.
2 Καὶ τὴν αὐλὴν τὴν ἔξωθεντοῦ ναοῦ ἔκβαλε ἔξωθεν,καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσιν· καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσιν μῆνας τεσσαράκοντα δύο.
3 Καὶ δώσω τοῖς δυσὶν μάρτυσίν μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους.»
4 Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίουτῆς γῆς ἑστῶσαι.
5 Καὶ εἴ τις αὐτοὺς θέλειἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. Καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι,οὕτωςδεῖ αὐτὸν ἀποκτανθῆναι.
6 Οὗτοι ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸνἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέραςτῆς προφητείας αὐτῶν·καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσιν.
7 Καὶ ὅταν τελέσωσιν τὴν μαρτυρίαν αὐτῶν τὸ Θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς Ἀβύσσου ποιήσει μετ᾿ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς
8 —καὶ τὰ πτώματααὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης (ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος), ὅπου καὶὁ Κύριος αὐτῶνἐσταυρώθη.
9 Καὶ βλέπουσινἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὰ πτώματααὐτῶν ἡμέρας τρεῖςἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσιντεθῆναι εἰς μνῆμα.
10 Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσινἐπ᾿ αὐτοῖς, καὶ εὐφρανθήσονταικαὶ δῶρα πέμψουσινἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
11 Καὶ μετὰτρεῖς ἡμέρας καὶ ἥμισυ πνεῦμα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν ἐπ᾿ αὐτοὺςκαὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ἐπέπεσενἐπὶ τοὺς θεωροῦντας αὐτούς.
12 Καὶ ἤκουσαφωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ λεγούσηςαὐτοῖς, «Ἀνάβητεὧδε.» Καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν.
13 Καὶ ἐνἐκείνῃ τῇ ἡμέρᾳἐγένετο σεισμὸς μέγας καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσεν, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ ὀνόματα ἀνθρώπων χιλιάδες ἑπτά. Καὶ οἱ λοιποὶ ἔμφοβοι ἐγένοντο καὶ ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ.)
14 Ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν. Ἡ οὐαὶ ἡ τρίτῃ, ἰδού,ἔρχεται ταχύ.
15 Καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισεν, καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ λέγουσαι·«Ἐγένετο ἡ βασιλείατοῦ κόσμου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων.»
16 Καὶ οἱ εἴκοσι τέσσαρεςπρεσβύτεροι, οἱἐνώπιοντοῦ Θεοῦ καθήμενοιἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσονἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ
17 λέγοντες· «Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος,ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην καὶ ἐβασίλευσας.
18 Καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου, καὶ ὁ καιρὸς τῶν νεκρῶνκριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις, καὶ τοῖς ἁγίοις καὶτοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις,καὶ διαφθεῖραι τοὺς διαφθείρανταςτὴν γῆν.»
19 Καὶ ἠνοίγηὁ ναὸς τοῦ Θεοῦἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης τοῦ Κυρίουἐν τῷ ναῷ αὐτοῦ. Καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶκαὶ χάλαζα μεγάλη.