1 (Καὶ εἶδονἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶριςἐπὶ τῆς κεφαλῆς αὐτοῦ·καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός·
2 καὶ εἶχενἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριονἀνεῳγμένον.Καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης,τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ, ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταὶἔμελλονγράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν,«Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί,» καὶ «Μετὰ ταῦτα γράφεις.»
5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰνεἰς τὸν οὐρανὸν
6 καὶ ὤμοσεν ἐντῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·
7 ἀλλ᾿ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, τελεσθῇτὸ μυστήριον τοῦ Θεοῦ, ὃεὐηγγελίσατοτοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν λαλοῦσαμετ᾿ ἐμοῦ καὶ λέγουσα·«Ὕπαγε, λάβε τὸ βιβλιδάριοντὸ ἀνεῳγμένονἐν τῇ χειρὶ τοῦἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.»
9 Καὶ ἀπῆλθονπρὸς τὸν ἄγγελον λέγων αὐτῷ, «Δόςμοι τὸ βιβλιδάριον.»Καὶ λέγει μοι· «Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾿ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.»
10 Καὶ ἔλαβον τὸ βιβλιδάριονἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ. Καὶ ὅτε ἔφαγον αὐτὸ ἐπικράνθη ἡ κοιλία μου.
11 Καὶ λέγειμοι, «Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἐπὶἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.»