Apocalipse 9

GRC_F35

1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν. Καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς Ἀβύσσου.

2 Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς Ἀβύσσου,καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου καιομένης·καὶ ἐσκοτίσθηὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.

3 Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν. Καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.

4 Καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσιντὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνουςοἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.

5 Καὶ ἐδόθη αὐταῖςἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾿ ἵνα βασανισθῶσινμῆνας πέντε. Καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν πλήξῃἄνθρωπον.

6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητοῦσινοἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὑρήσουσιναὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεταιἀπ᾿ αὐτῶν ὁ θάνατος.

7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι χρυσοῖ,καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.

8 Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.

9 Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.

10 Καί, ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα, καὶἐν ταῖς οὐραῖς αὐτῶν. Ἐξουσίαν ἔχουσιν τοῦἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε,

11 ἔχουσαι βασιλέα ἐπ᾿ αὐτῶνἄγγελον τῆς Ἀβύσσου—ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδδών,ἐν δὲτῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν. Ἰδού, ἔρχεταιἔτι δύο οὐαὶ μετὰ ταῦτα.

13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρωνκεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ,

14 λέγουσαντῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχωντὴν σάλπιγγα, «Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.»

15 Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι—οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ τὴν ἡμέρανκαὶ μῆνα καὶ ἐνιαυτόν—ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.

16 Καὶ ὁ ἀριθμὸς τῶνστρατευμάτων τοῦ ἵππουμυριάδεςμυριάδων (ἤκουσατὸν ἀριθμὸν αὐτῶν).

17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει· καὶ τοὺς καθημένους ἐπ᾿ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων· καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.

18 Ἀπὸτῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων—ἐκτοῦ πυρὸς καὶτοῦ καπνοῦ καὶτοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.

19 Ἡ γὰρ ἐξουσία τῶν ἵππωνἐν τῷ στόματι αὐτῶν ἐστιν—καὶ ἐν ταῖς οὐραῖς αὐτῶν, αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν,ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐμετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσιντὰ δαιμόνια, καὶ τὰ εἴδωλα,τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶκαὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναταιοὔτε ἀκούειν οὔτε περιπατεῖν·

21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμακειῶναὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

Ler em outra tradução

Comparar lado a lado