Apocalipse 12

GRC_F35

1 Καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ· γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα.

2 Καὶ ἐν γαστρὶ ἔχουσαἔκραζεν ὠδίνουσακαὶ βασανιζομένη τεκεῖν.

3 Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ· καὶ ἰδού, δράκων μέγας πυρρός,ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα.

4 Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. Καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τικτεῖν,ἵνα ὅταν τέκῃ τὸ Τέκνον αὐτῆς καταφάγῃ.

5 Καὶ ἔτεκεν Υἱόν, ἄρρενα,ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐνῥάβδῳ σιδηρᾷ. Καὶ ἡρπάγητὸ Τέκνον αὐτῆς πρὸς τὸν Θεόν, καὶ πρὸςτὸν θρόνον αὐτοῦ.

6 Καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει ἐκεῖτόπον ἡτοιμασμένον ἀπὸτοῦ Θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιναὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα.

7 Καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ· ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ τοῦ πολεμῆσαιμετὰτοῦ δράκοντος· καὶ ὁ δράκων ἐπολέμησεν, καὶ οἱ ἄγγελοι αὐτοῦ,

8 καὶ οὐκ ἴσχυσεν,οὐδὲτόπος εὑρέθη αὐτῷἔτι ἐν τῷ οὐρανῷ.

9 Καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφιςὁ ἀρχαῖος, ὁ καλούμενος Διάβολος καὶΣατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην· ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾿ αὐτοῦἐβλήθησαν.

10 Καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν·«Ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις, καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι κατεβλήθηὁ κατήγοροςτῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶνἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός.

11 Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ Ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν, ἄχρι θανάτου.

12 Διὰ τοῦτο εὐφραίνεσθε, οἱοὐρανοί, καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ τῇ γῇ καὶ τῇ θαλάσσῃ,ὅτι κατέβη ὁ διάβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.»

13 Καὶ ὅτε εἶδεν ὁ δράκων ὅτι ἐβλήθη εἰς τὴν γῆν, ἐδίωξεν τὴν γυναῖκα ἥτις ἔτεκεν τὸν ἄρρενα.

14 Καὶ ἐδόθησαν τῇ γυναικὶδύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον, εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηταιἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ, ἀπὸ προσώπου τοῦ ὄφεως.

15 Καὶ ἔβαλεν ὁ ὄφις ἐκ τοῦ στόματος αὐτοῦ ὀπίσω τῆς γυναικὸςὕδωρ ὡς ποταμόν, ἵνα αὐτὴν ποταμοφόρητον ποιήσῃ.

16 Καὶ ἐβοήθησεν ἡ γῆ τῇ γυναικί, καὶ ἤνοιξεν ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιεν τὸν ποταμὸν ὃν ἔβαλεν ὁ δράκων ἐκ τοῦ στόματος αὐτοῦ.

17 Καὶ ὠργίσθη ὁ δράκων ἐπὶ τῇ γυναικὶ καὶ ἀπῆλθεν ποιῆσαι πόλεμον μετὰ τῶν λοιπῶν τοῦ σπέρματος αὐτῆς, τῶν τηρούντων τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ.

Ler em outra tradução

Comparar lado a lado